ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
1
1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρί, καὶ κυρίῳ Ἰησοῦ χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη *⸋ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.⸌
2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε *⸂περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι⸃ ἐπὶ τῶν προσευχῶν ἡμῶν, 3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν· 4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ *⸆ θεοῦ, τὴν ἐκλογὴν ὑμῶν· 5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς *⸂ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ,⸃ καθὼς οἴδατε οἷοι ἐγενήθημεν *⸋ἐν⸌ ὑμῖν δι᾽ ὑμᾶς. 6 Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, 7 ὥστε γενέσθαι ὑμᾶς *⸂τύπους⸃ πᾶσιν τοῖς πιστεύουσιν *⸂2ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ. 8 Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ,⸃ *⸂ἀλλὰ καὶ⸃ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν *⸉ἡμᾶς ἔχειν⸊ λαλεῖν τι. 9 Αὐτοὶ γὰρ περὶ *⸂ἡμῶν⸃ ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον *⸂2ἔσχομεν⸃ πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ, 10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ *⸋τῶν⸌ νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς *⸂ἀπὸ⸃ τῆς ὀργῆς τῆς ἐρχομένης.
* 1:1 ⸋ ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 1:2 ⸂ περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι RP f 35 TR Ead ¦ περὶ πάντων ὑμῶν, μνείαν ποιούμενοι TNT2 WH NA NIV SBL * 1:4 ⸆ – RP f 35 TR TNT2 SBL Ead ¦ τοῦ WH NA NIV * 1:5 ⸂ ἐν λόγῳ … ἐν δυνάμει … ἐν πνεύματι … ἐν πληροφορίᾳ πολλῇ RP f 35 TR TNT2 NA27+28 NIV73 Ead ¦ ἐν λόγῳ … ἐν δυνάμει … ἐν πνεύματι … πληροφορίᾳ πολλῇ WH NA25 NIV11 SBL * 1:5 ⸋ ἐν RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ – WH * 1:7 ⸂ τύπους RP f 35 TR Ead ¦ τύπον TNT2 WH NA NIV SBL * 1:7 ⸂2 ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ RP ¦ ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ f 35 ¦ ἐν τῇ Μακεδονίᾳ καὶ τῇ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ TR ¦ ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ TNT2 WH NA25 NIV11 SBL Ead ¦ ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ … ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ NA27+28 NIV73 * 1:8 ⸂ ἀλλὰ καὶ RP f 35 TR ¦ ἀλλ᾽ TNT2 WH NA NIV SBL ¦ ἀλλὰ Ead * 1:8 ⸉ ἡμᾶς ἔχειν RP f 35 TR ¦ ἔχειν ἡμᾶς TNT2 WH NA NIV SBL Ead * 1:9 ⸂ ἡμῶν RP TR TNT2 WH NA NIV SBL Ead ¦ ὑμῶν f 35 * 1:9 ⸂2 ἔσχομεν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ἔχομεν TR * 1:10 ⸋ τῶν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR * 1:10 ⸂ ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL Ead