4
Λέγω δέ, ἐφὅσον χρόνον κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου *ἦμενδεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας *ὑμῶν,⸃ κρᾶζον, Ἀββᾶ, πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλυἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος *θεοῦ διὰ χριστοῦ.⸃
Ἀλλὰ τότε μέν, οὐκ εἰδότες θεόν, ἐδουλεύσατε τοῖς *μὴ φύσειοὖσιν θεοῖς· νῦν δέ, γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν *δουλεύεινθέλετε; 10 Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτούς. 11 Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι διἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον. 14 Καὶ τὸν πειρασμόν *μου*τὸνἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς χριστὸν Ἰησοῦν. 15 *Τίςοὖν *ἦν μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες *2ἂνἐδώκατέ μοι. 16 Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 Καλὸν δὲ *τὸζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 19 *Τεκνίαμου, οὓς πάλιν ὠδίνω, *2ἄχριοὗ μορφωθῇ χριστὸς ἐν ὑμῖν, 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22 Γέγραπται γάρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 Ἀλλ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, δὲ ἐκ τῆς ἐλευθέρας *διὰ τῆςἐπαγγελίας. 24 Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν *δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ. 25 *Τὸ *γὰρἍγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ,⸌ συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει *2δὲμετὰ τῶν τέκνων αὐτῆς. 26  δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ *πάντωνἡμῶν· 27 γέγραπται γάρ, Εὐφράνθητι, στεῖρα, οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα. 28 *Ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαάκ, ἐπαγγελίας τέκνα ἐσμέν.⸃ 29 Ἀλλὥσπερ τότε κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30 Ἀλλὰ τί λέγει γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ *κληρονομήσῃ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 *Ἄρα,⸃ ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
* 4:3 ⸂ ἦμεν RP f 35 TR TNT2 Ead ¦ ἤμεθα WH NA NIV SBL Carl * 4:6 ⸂ ὑμῶν RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL Ead Carl * 4:7 ⸂ θεοῦ διὰ χριστοῦ RP f 35 TR ¦ διὰ θεοῦ TNT2 WH NA NIV SBL Ead Carl * 4:8 ⸉ μὴ φύσει RP f 35 TR ¦ φύσει μὴ TNT2 WH NA NIV SBL Ead Carl * 4:9 ⸂ δουλεύειν RP f 35 TR NA27+28 NIV SBL Ead Carl ¦ δουλεῦσαι TNT2 WH NA25 * 4:14 ⸂ μου RP f 35 TR ¦ ὑμῶν TNT2 WH NA NIV SBL Ead Carl * 4:14 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl * 4:15 ⸂ Τίς RP f 35 TR Ead ¦ Ποῦ TNT2 WH NA NIV SBL Carl * 4:15 ⸋ ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl * 4:15 ⸋2 ἂν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl * 4:18 ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl * 4:19 ⸂ Τεκνία RP f 35 TR WH Ead ¦ Τέκνα TNT2 NA NIV SBL Carl * 4:19 ⸂2 ἄχρι RP ¦ ἄχρις f 35 TR Ead Carl ¦ μέχρις TNT2 WH NA NIV SBL * 4:23 ⸂ διὰ τῆς RP f 35 TR NA25 Ead ¦ δι᾽ TNT2 WH NA27+28 NIV SBL Carl * 4:24 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead Carl ¦ αἱ TR * 4:25 ⸋ Τὸ … Ἀραβίᾳ RP f 35 TR TNT2 WH NA NIV SBL Ead ¦ – Carl * 4:25 ⸂ γὰρ RP f 35 TR TNT2 Ead ¦ δὲ WH NA NIV SBL * 4:25 ⸂2 δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead Carl * 4:26 ⸋ πάντων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Carl * 4:28 ⸂ Ἡμεῖς … ἐσμέν. RP f 35 TR WH ¦ Ὑμεῖς … ἐστέ. TNT2 NA NIV SBL Ead Carl * 4:30 ⸂ κληρονομήσῃ RP f 35 TR Ead Carl ¦ κληρονομήσει TNT2 WH NA NIV SBL * 4:31 ⸂ Ἄρα RP f 35 TR ¦ Διό TNT2 WH NA NIV SBL Ead Carl