ΠΡΟΣ ΓΑΛΑΤΑΣ
1
Παῦλος ἀπόστολος οὐκ ἀπἀνθρώπων, οὐδὲ διἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ χριστοῦ, καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ *θεοῦ πατρός, καὶ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,⸊ τοῦ δόντος ἑαυτὸν *περὶτῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ *2τοῦ ἐνεστῶτος αἰῶνοςπονηροῦ, κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν· δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ χριστοῦ. Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἄγγελος ἐξ οὐρανοῦ *εὐαγγελίζηται ὑμῖνπαρ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ παρελάβετε, ἀνάθεμα ἔστω. 10 Ἄρτι γὰρ ἀνθρώπους πείθω τὸν θεόν; ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ *γὰρἔτι ἀνθρώποις ἤρεσκον, χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
11 Γνωρίζω *δὲὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. 12 *Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην,⸃ ἀλλὰ διἀποκαλύψεως *2Ἰησοῦ χριστοῦ.⸃ 13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἐπόρθουν αὐτήν· 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν * θεὸς ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· 17 *οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθονεἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 Ἔπειτα μετὰ *ἔτη τρίαἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι *Πέτρον,⸃ καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. 19 Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου. 20  δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι. 21 Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22 Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν χριστῷ· 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι διώκων ἡμᾶς ποτέ, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. 24 Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.
* 1:3 ⸉ θεοῦ πατρός, καὶ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP f 35 TR TNT2 SBL Ead Carl ¦ θεοῦ πατρός ἡμῶν, καὶ κυρίου Ἰησοῦ χριστοῦ WH NA NIV * 1:4 ⸂ περὶ RP f 35 TNT2 Ead Carl ¦ ὑπὲρ TR WH NA NIV SBL * 1:4 ⸂2 τοῦ ἐνεστῶτος αἰῶνος RP f 35 TR ¦ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος TNT2 WH NA NIV SBL Ead Carl * 1:8 ⸂ εὐαγγελίζηται ὑμῖν RP f 35 TR TNT2 NA27+28 SBL Ead ¦ εὐαγγελίσηται ὑμῖν WH NA25 ¦ εὐαγγελίζηται NIV73 ¦ εὐαγγελίσηται NIV11 ¦ ὑμῖν εὐαγγελίζηται Carl * 1:10 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl * 1:11 ⸂ δὲ RP f 35 TR Carl ¦ γὰρ TNT2 WH NA NIV SBL Ead * 1:12 ⸂ Οὐδὲ … παρέλαβον … οὔτε ἐδιδάχθην RP f 35 TR WH NA NIV SBL Ead ¦ Οὐδὲ … παρέλαβον … οὐδὲ ἐδιδάχθην TNT2 Carl * 1:12 ⸂2 Ἰησοῦ χριστοῦ RP TR TNT2 WH NA NIV SBL Ead Carl ¦ χριστοῦ f 35 * 1:15 ⸋ ὁ θεὸς RP f 35 TR TNT2 WH NA27+28 NIV Ead Carl ¦ – NA25 SBL * 1:17 ⸂ οὐδὲ ἀνῆλθον … ἀλλὰ ἀπῆλθον RP f 35 TR TNT2 WH NA NIV SBL ¦ οὐδὲ ἀπῆλθον … ἀλλὰ ἀπῆλθον Ead Carl * 1:18 ⸉ ἔτη τρία RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead Carl ¦ τρία ἔτη WH NA25 * 1:18 ⸂ Πέτρον RP f 35 TR ¦ Κηφᾶν TNT2 WH NA NIV SBL Ead Carl