9
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν· οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι· καὶ * ἐξ ὑμῶν ζῆλοςἠρέθισεν τοὺς πλείονας. Ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ· ἵνα, καθὼς ἔλεγον, παρεσκευασμένοι ἦτε· μήπως, ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖςἵνα μὴ *λέγωμενὑμεῖςἐν τῇ ὑποστάσει ταύτῃ *τῆς καυχήσεως.⸌ Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν *εἰςὑμᾶς, καὶ προκαταρτίσωσιν τὴν *2προκατηγγελμένηνεὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ *3ὡςπλεονεξίαν.
Τοῦτο δέ, σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ σπείρων ἐπεὐλογίαις, ἐπεὐλογίαις καὶ θερίσει. Ἕκαστος καθὼς *προαιρεῖταιτῇ καρδίᾳ· μὴ ἐκ λύπης ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ θεός. *Δυνατὸςδὲ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· καθὼς γέγραπται, Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 10  δὲ ἐπιχορηγῶν *σπέρματῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν *2χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαιτὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται διἡμῶν εὐχαριστίαν τῷ θεῷ. 12 Ὅτι διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ· 13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας· 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφὑμῖν. 15 Χάρις *δὲτῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
* 9:2 ⸂ ὁ ἐξ ὑμῶν ζῆλος RP f 35 TR ¦ τὸ ὑμῶν ζῆλος TNT2 WH NA NIV SBL * 9:4 ⸂ λέγωμεν RP f 35 TR TNT2 WH NA25 SBL ¦ λέγω NA27+28 NIV * 9:4 ⸋ τῆς καυχήσεως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:5 ⸂ εἰς RP f 35 TR WH NA NIV SBL ¦ πρὸς TNT2 * 9:5 ⸂2 προκατηγγελμένην RP f 35 TR ¦ προεπηγγελμένην TNT2 WH NA NIV SBL * 9:5 ⸂3 ὡς RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡσπερ TR * 9:7 ⸂ προαιρεῖται RP f 35 TR ¦ προήρηται TNT2 WH NA NIV SBL * 9:8 ⸂ Δυνατὸς RP f 35 TR ¦ Δυνατεῖ TNT2 WH NA NIV SBL * 9:10 ⸂ σπέρμα RP f 35 TR WH NA25 ¦ σπόρον TNT2 NA27+28 NIV SBL * 9:10 ⸂2 χορηγήσαι … πληθύναι … αὐξήσαι RP f 35 TR ¦ χορηγήσει … πληθυνεῖ … αὐξήσει TNT2 WH NA NIV SBL * 9:15 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL