7
Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. *Οὐ πρὸς κατάκρισινλέγω· προείρηκα γάρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστὲ εἰς τὸ συναποθανεῖν καὶ συζῇν. Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν *ἔσχηκενἄνεσιν σὰρξ ἡμῶν, ἀλλἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Ἀλλ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, θεός, ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει παρεκλήθη ἐφὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω *γὰρὅτι ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. 10  γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον *κατεργάζεται· δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.⸃ 11 Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ θεὸν λυπηθῆναι *ὑμᾶς,⸌ πόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι *2ἐντῷ πράγματι. 12 Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, *οὐχ εἵνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλεἵνεκεντοῦ φανερωθῆναι τὴν σπουδὴν *ὑμῶν τὴν ὑπὲρ ἡμῶνπρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ. 13 *Διὰ τοῦτο παρακεκλήμεθα.
Ἐπὶ δὲ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλονἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. 14 Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην· ἀλλὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ καύχησις ἡμῶν *ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. 15 Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστίν, ἀναμιμνησκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 16 Χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
* 7:3 ⸉ Οὐ πρὸς κατάκρισιν RP f 35 TR ¦ Πρὸς κατάκρισιν οὐ TNT2 WH NA NIV SBL * 7:5 ⸂ ἔσχηκεν RP f 35 TR WH NA NIV SBL ¦ ἔσχεν TNT2 * 7:8 ⸋ γὰρ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 7:10 ⸂ κατεργάζεται … κατεργάζεται RP f 35 TR ¦ ἐργάζεται … κατεργάζεται TNT2 WH NA NIV SBL * 7:11 ⸋ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:11 ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:12 ⸂ οὐχ εἵνεκεν … οὐδὲ εἵνεκεν … ἀλλ᾽ εἵνεκεν RP f 35 TR ¦ οὐχ ἕνεκεν … οὐδὲ ἕνεκεν … ἀλλὰ ἕνεκεν TNT2 ¦ οὐχ ἕνεκεν … ἀλλ᾽ οὐδὲ ἕνεκεν … ἀλλ᾽ ἕνεκεν WH ¦ οὐχ ἕνεκεν … οὐδὲ ἕνεκεν … ἀλλ᾽ ἕνεκεν NA NIV SBL * 7:12 ⸉ ὑμῶν τὴν ὑπὲρ ἡμῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡμῶν τὴν ὑπὲρ ὑμῶν TR * 7:13 ⸂ Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ὑμῶν περισσοτέρως μᾶλλον RP ¦ Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν. Περισσοτέρως δὲ μᾶλλον f 35 TR ¦ Διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ἡμῶν περισσοτέρως μᾶλλον TNT2 WH NA NIV SBL * 7:14 ⸋ ἡ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25