8
Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. γνῶσις φυσιοῖ, δὲ ἀγάπη οἰκοδομεῖ. Εἰ *δέτις δοκεῖ *εἰδέναι τι, *2οὐδέπω οὐδὲνἔγνωκεν καθὼς δεῖ γνῶναι·⸃ εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπαὐτοῦ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς *ἕτεροςεἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοί, *εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς·⸃ ὥσπερ εἰσὶν θεοὶ πολλοί, καὶ κύριοι πολλοί· ἀλλἡμῖν εἷς θεὸς πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς κύριος Ἰησοῦς χριστός, διοὗ τὰ πάντα, καὶ ἡμεῖς διαὐτοῦ. Ἀλλοὐκ ἐν πᾶσιν γνῶσις· τινὲς δὲ τῇ *συνειδήσει*τοῦ εἰδώλου ἕως ἄρτιὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Βρῶμα δὲ ἡμᾶς οὐ *παρίστησιντῷ θεῷ· οὔτε *γὰρ*2ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.⸃ Βλέπετε δὲ μήπως ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς *ἀσθενοῦσιν.⸃ 10 Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; 11 *Καὶ ἀπολεῖται*2 ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει,⸃ διὃν χριστὸς ἀπέθανεν; 12 Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς χριστὸν ἁμαρτάνετε. 13 Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
* 8:2 ⸋ δέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:2 ⸂ εἰδέναι … ἔγνωκεν … γνῶναι RP f 35 ¦ εἰδέναι … ἔγνωκε … γνῶναι TR ¦ ἐγνωκέναι … ἔγνω … γνῶναι TNT2 WH NA NIV SBL * 8:2 ⸂2 οὐδέπω οὐδὲν RP f 35 TR ¦ οὔπω TNT2 WH NA NIV SBL * 8:4 ⸋ ἕτερος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:5 ⸂ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς RP TNT2 WH NA NIV SBL ¦ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς f 35 TR * 8:7 ⸂ συνειδήσει RP f 35 TR ¦ συνηθείᾳ TNT2 WH NA NIV SBL * 8:7 ⸉ τοῦ εἰδώλου ἕως ἄρτι RP f 35 TR ¦ ἕως ἄρτι τοῦ εἰδώλου TNT2 WH NA NIV SBL * 8:8 ⸂ παρίστησιν RP f 35 ¦ παρίστησι TR ¦ παραστήσει TNT2 WH NA NIV SBL * 8:8 ⸋ γὰρ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 8:8 ⸂2 ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα RP f 35 TR SBL ¦ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεθα TNT2 ¦ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν WH NA NIV * 8:9 ⸂ ἀσθενοῦσιν RP f 35 TR ¦ ἀσθενέσιν TNT2 WH NA NIV SBL * 8:11 ⸂ Καὶ ἀπολεῖται RP f 35 TR ¦ Ἀπόλλυται γὰρ TNT2 WH NA NIV SBL * 8:11 ⸂2 ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει RP f 35 TR ¦ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς TNT2 WH NA NIV SBL