5
1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ⸋ὀνομάζεται,⸌ ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.  
2 Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸂ἐξαρθῇ⸃ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸂2ποιήσας.⸃  
3 Ἐγὼ μὲν γὰρ ⸂ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών,⸃ τὸν οὕτως τοῦτο κατεργασάμενον,  
4 ⸂ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,⸃  
5 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ ⸂τοῦ κυρίου Ἰησοῦ.⸃  
6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;  
7 Ἐκκαθάρατε ⸆ τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ⸋ὑπὲρ ἡμῶν⸌ ἐτύθη χριστός·  
8 ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.   
9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις·  
10 ⸋καὶ⸌ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ⸂ἢ τοῖς πλεονέκταις, ἢ ἅρπαξιν,⸃ ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.  
11 ⸂Νῦν⸃ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν.  
12 Τί γάρ μοι ⸋καὶ⸌ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;  
13 Τοὺς δὲ ἔξω ὁ θεὸς ⸂κρινεῖ.⸃ ⸋Καὶ⸌ ⸂2ἐξαρεῖτε⸃ τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.