16
Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. Κατὰ μίαν *σαββάτωνἕκαστος ὑμῶν παρἑαυτῷ τιθέτω, θησαυρίζων τι *2ἂν*3εὐοδῶται,⸃ ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὅταν δὲ παραγένωμαι, οὓς *ἐὰνδοκιμάσητε διἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ· ἐὰν δὲ * ἄξιοντοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν *παραμενῶ,⸃ *καὶπαραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω *δὲχρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν κύριος *2ἐπιτρέπῃ.⸃ Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ. 11 Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός *με·⸃ ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 12 Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14 Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοίοἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς 16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17 Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ *ὑμῶνὑστέρημα οὗτοι ἀνεπλήρωσαν. 18 Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· *ἀσπάζονται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα,⸃ σὺν τῇ κατοἶκον αὐτῶν ἐκκλησίᾳ. 20 Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21  ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 Εἴ τις οὐ φιλεῖ *τὸν κύριον Ἰησοῦν χριστόν, ἤτω ἀνάθεμα. Μαράνα θά. 23  χάρις τοῦ κυρίου Ἰησοῦ χριστοῦμεθὑμῶν.
24  ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν χριστῷ Ἰησοῦ. *Ἀμήν.⸌
* 16:2 ⸂ σαββάτων RP f 35 TR ¦ σαββάτου TNT2 WH NA NIV SBL * 16:2 ⸂2 ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL * 16:2 ⸂3 εὐοδῶται RP TR TNT2 WH NA NIV SBL ¦ εὐοδοῦται f 35 * 16:3 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 16:4 ⸉ ᾖ ἄξιον RP f 35 TR ¦ ἄξιον ᾖ TNT2 WH NA NIV SBL * 16:6 ⸂ παραμενῶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ καταμενῶ WH NA25 * 16:6 ⸋ καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 16:7 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL * 16:7 ⸂2 ἐπιτρέπῃ RP f 35 TR ¦ ἐπιτρέψῃ TNT2 WH NA NIV SBL * 16:11 ⸂ με RP f 35 TR WH NA NIV SBL ¦ ἐμέ TNT2 * 16:17 ⸂ ὑμῶν RP f 35 TR ¦ ὑμέτερον TNT2 WH NA NIV SBL * 16:19 ⸂ ἀσπάζονται … Ἀκύλας καὶ Πρίσκιλλα RP f 35 TR ¦ ἀσπάζονται … Ἀκύλας καὶ Πρίσκα TNT2 ¦ ἀσπάζεται … Ἀκύλας καὶ Πρίσκα WH NA NIV SBL * 16:22 ⸂ τὸν κύριον Ἰησοῦν χριστόν … τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP TR ¦ τὸν κύριον ἡμῶν Ἰησοῦν χριστόν … τοῦ κυρίου Ἰησοῦ χριστοῦ f 35 ¦ τὸν κύριον … τοῦ κυρίου Ἰησοῦ TNT2 WH NA NIV SBL * 16:24 ⸋ Ἀμήν. RP f 35 TR NIV11 ¦ – TNT2 WH NA NIV73 SBL