8
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες *δὲδιεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ *ἐποιήσαντοκοπετὸν μέγαν ἐπαὐτῷ. Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰς *πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν. Προσεῖχόν *τεοἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἐποίει. *Πολλῶνγὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα *φωνῇ μεγάλῃ*2ἐξήρχετο·⸃ πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν. *Καὶ ἐγένετο*2χαρὰ μεγάληἐν τῇ πόλει ἐκείνῃ.
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· 10  προσεῖχον *ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, Οὗτός ἐστιν δύναμις τοῦ θεοῦ *2 μεγάλη. 11 Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. 12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ *τὰπερὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος *Ἰησοῦ χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13  δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε *δυνάμεις καὶ σημεῖα γινόμενα,⸃ ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς *τὸν Πέτρον καὶ Ἰωάννην·⸃ 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν πνεῦμα ἅγιον· 16 *οὔπωγὰρ ἦν ἐποὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα *2τοῦ χριστοῦ Ἰησοῦ.⸃ 17 Τότε *ἐπετίθουντὰς χεῖρας ἐπαὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. 18 *Θεασάμενοςδὲ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται *2τὸ πνεῦμα τὸ ἅγιον,⸃ προσήνεγκεν αὐτοῖς χρήματα, 19 λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα *ἐὰνἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ πνεῦμα ἅγιον. 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 Οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα *ἐνώπιοντοῦ θεοῦ. 22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι *τοῦ θεοῦ,⸃ εἰ ἄρα ἀφεθήσεταί σοι ἐπίνοια τῆς καρδίας σου. 23 Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 Ἀποκριθεὶς δὲ Σίμων εἶπεν, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπἐμὲ ὧν εἰρήκατε.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου, *ὑπέστρεψανεἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν *2εὐηγγελίσαντο.⸃
26 Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον, λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης *τῆςβασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ, 28 ἦν *τεὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν. 29 Εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30 Προσδραμὼν δὲ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος *τὸν προφήτην Ἠσαΐαν,⸊ καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἀναγινώσκεις; 31  δὲ εἶπεν, Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις *ὁδηγήσῃμε; Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32  δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33 Ἐν τῇ ταπεινώσει *αὐτοῦ κρίσις αὐτοῦ ἤρθη, τὴν *2δὲγενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ. 34 Ἀποκριθεὶς δὲ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, Δέομαί σου, περὶ τίνος προφήτης λέγει *τοῦτο;⸌ Περὶ ἑαυτοῦ, περὶ ἑτέρου τινός; 35 Ἀνοίξας δὲ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν εὐνοῦχος, Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι; 37 * 38 Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, τε Φίλιππος καὶ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν. 39 Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον· καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
* 8:1 ⸂ δὲ RP f 35 TNT2 WH NA NIV SBL ¦ τε TR * 8:2 ⸂ ἐποιήσαντο RP f 35 TR ¦ ἐποίησαν TNT2 WH NA NIV SBL * 8:5 ⸆ – RP f 35 TR TNT2 NIV11 ¦ τὴν WH NA NIV73 SBL * 8:6 ⸂ τε RP TR ¦ δὲ f 35 TNT2 WH NA NIV SBL * 8:7 ⸂ Πολλῶν RP f 35 TR ¦ Πολλοὶ TNT2 WH NA NIV SBL * 8:7 ⸉ φωνῇ μεγάλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ μεγάλῃ φωνῇ TR * 8:7 ⸂2 ἐξήρχετο RP f 35 TR ¦ ἐξήρχοντο TNT2 WH NA NIV SBL * 8:8 ⸂ Καὶ ἐγένετο RP f 35 TR ¦ Ἐγένετο δὲ TNT2 WH NA NIV SBL * 8:8 ⸂2 χαρὰ μεγάλη RP f 35 TR ¦ πολλὴ χαρὰ TNT2 WH NA NIV SBL * 8:10 ⸆ – RP f 35 ¦ πάντες TR TNT2 WH NA NIV SBL * 8:10 ⸆2 – RP f 35 TR ¦ καλουμένη TNT2 WH NA NIV SBL * 8:12 ⸋ τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:12 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 8:13 ⸂ δυνάμεις καὶ σημεῖα γινόμενα RP f 35 ¦ σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας TR TNT2 WH NA NIV SBL * 8:14 ⸂ τὸν Πέτρον καὶ Ἰωάννην RP f 35 TR ¦ Πέτρον καὶ Ἰωάνην TNT2 WH ¦ Πέτρον καὶ Ἰωάννην NA NIV SBL * 8:16 ⸂ οὔπω RP f 35 TR ¦ οὐδέπω TNT2 WH NA NIV SBL * 8:16 ⸂2 τοῦ χριστοῦ Ἰησοῦ RP f 35 ¦ τοῦ κυρίου Ἰησοῦ TR TNT2 WH NA NIV SBL * 8:17 ⸂ ἐπετίθουν RP f 35 TR ¦ ἐπετίθεσαν TNT2 WH NA NIV SBL * 8:18 ⸂ Θεασάμενος RP f 35 TR ¦ Ἰδὼν TNT2 WH NA NIV SBL * 8:18 ⸂2 τὸ πνεῦμα τὸ ἅγιον RP f 35 TR TNT2 ¦ τὸ πνεῦμα WH NA NIV SBL * 8:19 ⸂ ἐὰν RP TNT2 WH NA NIV SBL ¦ ἂν f 35 TR * 8:21 ⸂ ἐνώπιον RP TR ¦ ἐναντίον f 35 ¦ ἔναντι TNT2 WH NA NIV SBL * 8:22 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL * 8:25 ⸂ ὑπέστρεψαν RP f 35 TR ¦ ὑπέστρεφον TNT2 WH NA NIV SBL * 8:25 ⸂2 εὐηγγελίσαντο RP f 35 TR ¦ εὐηγγελίζοντο TNT2 WH NA NIV SBL * 8:27 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:28 ⸂ τε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ δὲ WH NA25 * 8:30 ⸉ τὸν προφήτην Ἠσαΐαν RP f 35 TR ¦ Ἠσαΐαν τὸν προφήτην TNT2 WH NA NIV SBL * 8:31 ⸂ ὁδηγήσῃ RP f 35 TR ¦ ὁδηγήσει TNT2 WH NA NIV SBL * 8:33 ⸋ αὐτοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL * 8:33 ⸋2 δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 8:34 ⸋ τοῦτο RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73 * 8:37 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἶπε δὲ ὁ Φίλιππος· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. Ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν χριστόν. TR