5
Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησεν κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς *αὐτοῦ,⸌ καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. Εἶπεν δὲ *Πέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαί *σεἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοὶ ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ. Ἀκούων δὲ *Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας *2ταῦτα.⸌ Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν.
Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ *αὐτῇ*Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; δὲ εἶπεν, Ναί, τοσούτου. δὲ Πέτρος *εἶπενπρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσίν σε. 10 Ἔπεσεν δὲ παραχρῆμα *παρὰτοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 Καὶ ἐγένετο φόβος μέγας ἐφὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων *ἐγίνετοσημεῖα καὶ τέρατα *ἐν τῷ λαῷ πολλά·⸊ καὶ ἦσαν ὁμοθυμαδὸν *2ἅπαντεςἐν τῇ στοᾷ Σολομῶντος. 13 Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλἐμεγάλυνεν αὐτοὺς λαός· 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15 ὥστε **κατὰτὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ *2κλινῶνκαὶ κραββάτων, ἵνα ἐρχομένου *2 Πέτρου κἂν σκιὰ *3ἐπισκιάσῃτινὶ αὐτῶν. 16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων *εἰςἹερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, *οἵτινεςἐθεραπεύοντο ἅπαντες.
17 Ἀναστὰς δὲ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ οὖσα αἵρεσις τῶν Σαδδουκαίωνἐπλήσθησαν ζήλου, 18 καὶ ἐπέβαλον τὰς χεῖρας *αὐτῶνἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἄγγελος δὲ κυρίου διὰ *τῆςνυκτὸς *ἤνοιξεντὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπεν, 20 Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21 Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς. 22 Οἱ δὲ *ὑπηρέται παραγενόμενοιοὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, 23 λέγοντες ὅτι Τὸ *μὲνδεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας *ἑστῶτας *πρὸτῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν. 24 Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους * τε ἱερεὺς καὶ στρατηγὸς τοῦ ἱεροῦκαὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο. 25 Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς *ὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26 Τότε ἀπελθὼν στρατηγὸς σὺν τοῖς ὑπηρέταις *ἤγαγεναὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, *ἵναμὴ λιθασθῶσιν. 27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ἀρχιερεύς, 28 λέγων, *Οὐπαραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29 Ἀποκριθεὶς δὲ *Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον, Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἀνθρώποις. 30  θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. 31 Τοῦτον θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, *δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. 32 Καὶ ἡμεῖς ἐσμεν *αὐτοῦμάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα *2δὲτὸ ἅγιον, ἔδωκεν θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲ *ἀκούοντεςδιεπρίοντο, καὶ *2ἐβουλεύοντοἀνελεῖν αὐτούς. 34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ *τιτοὺς *ἀποστόλουςποιῆσαι. 35 Εἶπέν τε πρὸς αὐτούς, Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. 36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, προσεκλήθη *ἀριθμὸς ἀνδρῶν*ὡσεὶτετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν λαὸν *ἱκανὸνὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ *ἐάσατεαὐτούς· ὅτι ἐὰν ἐξ ἀνθρώπων βουλὴ * τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ *δύνασθεκαταλῦσαι *2αὐτό,⸃ μήποτε καὶ θεομάχοι εὑρεθῆτε. 40 Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν *αὐτούς.⸌ 41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι *ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησανἀτιμασθῆναι. 42 Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατοἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι *Ἰησοῦν τὸν χριστόν.⸊
* 5:2 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:3 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 5:3 ⸋ σε RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 5:5 ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 5:5 ⸋2 ταῦτα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:8 ⸂ αὐτῇ RP f 35 TR ¦ πρὸς αὐτὴν TNT2 WH NA NIV SBL * 5:8 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:9 ⸂ εἶπεν RP f 35 ¦ εἶπε TR ¦ – TNT2 WH NA NIV SBL * 5:10 ⸂ παρὰ RP f 35 TR ¦ πρὸς TNT2 WH NA NIV SBL * 5:12 ⸂ ἐγίνετο RP TNT2 WH NA NIV SBL ¦ ἐγένετο f 35 TR * 5:12 ⸉ ἐν τῷ λαῷ πολλά RP f 35 TR ¦ πολλά ἐν τῷ λαῷ TNT2 WH NA NIV SBL * 5:12 ⸂2 ἅπαντες RP f 35 TR NA27+28 NIV SBL ¦ πάντες TNT2 WH NA25 * 5:15 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 5:15 ⸂ κατὰ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 5:15 ⸂2 κλινῶν RP f 35 TR ¦ κλιναρίων TNT2 WH NA NIV SBL * 5:15 ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ f 35 * 5:15 ⸂3 ἐπισκιάσῃ RP f 35 TR NA NIV SBL ¦ ἐπισκιάσει TNT2 WH * 5:16 ⸋ εἰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:16 ⸂ οἵτινες RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35 * 5:18 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:19 ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:19 ⸂ ἤνοιξεν RP f 35 TNT2 ¦ ἤνοιξε TR WH NA25 SBL ¦ ἀνοίξας NA27+28 NIV * 5:22 ⸉ ὑπηρέται παραγενόμενοι RP TR ¦ παραγενόμενοι ὑπηρέται f 35 TNT2 WH NA NIV SBL * 5:23 ⸋ μὲν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:23 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔξω TR * 5:23 ⸂ πρὸ RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL * 5:24 ⸂ ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ RP f 35 TR ¦ ὅ τε στρατηγὸς τοῦ ἱεροῦ TNT2 WH NA NIV SBL * 5:25 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ λέγων TR * 5:26 ⸂ ἤγαγεν RP f 35 TR TNT2 SBL ¦ ἦγεν WH NA NIV * 5:26 ⸋ ἵνα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:28 ⸋ Οὐ RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL * 5:29 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 5:31 ⸆ – RP f 35 TR TNT2 ¦ τοῦ WH NA NIV SBL * 5:32 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:32 ⸋2 δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:33 ⸂ ἀκούοντες RP f 35 ¦ ἀκούσαντες TR TNT2 WH NA NIV SBL * 5:33 ⸂2 ἐβουλεύοντο RP f 35 TR ¦ ἐβούλοντο TNT2 WH NA NIV SBL * 5:34 ⸋ τι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:34 ⸂ ἀποστόλους RP f 35 TR ¦ ἀνθρώπους TNT2 WH NA NIV SBL * 5:36 ⸉ ἀριθμὸς ἀνδρῶν RP f 35 TR ¦ ἀνδρῶν ἀριθμὸς TNT2 WH NA NIV SBL * 5:36 ⸂ ὡσεὶ RP TR ¦ ὡς f 35 TNT2 WH NA NIV SBL * 5:37 ⸋ ἱκανὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:38 ⸂ ἐάσατε RP f 35 TR ¦ ἄφετε TNT2 WH NA NIV SBL * 5:38 ⸆ – RP f 35 ¦ αὕτη TR TNT2 WH NA NIV SBL * 5:39 ⸂ δύνασθε RP TR ¦ δυνήσεσθε f 35 TNT2 WH NA NIV SBL * 5:39 ⸂2 αὐτό RP f 35 TR ¦ αὐτούς TNT2 WH NA NIV SBL * 5:40 ⸋ αὐτούς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 5:41 ⸂ ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν RP ¦ κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ χριστοῦ f 35 ¦ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν TR ¦ κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος TNT2 WH NA NIV SBL * 5:42 ⸉ Ἰησοῦν τὸν χριστόν RP TR ¦ τὸν χριστόν Ἰησοῦν f 35 TNT2 WH NA NIV SBL