20
Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, *προσκαλεσάμενος Παῦλος τοὺς μαθητάς, καὶ *ἀσπασάμενος, ἐξῆλθεν *2πορευθῆναιεἰς *τὴνΜακεδονίαν. Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης *αὐτῷ ἐπιβουλῆςὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο *γνώμητοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ *ἄχρι τῆς ἈσίαςΣώπατρος *Βεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος. Οὗτοι **προσελθόντεςἔμενον ἡμᾶς ἐν Τρῳάδι. Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, *οὗδιετρίψαμεν ἡμέρας ἑπτά.
Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων *τῶν μαθητῶν*κλάσαι ἄρτον, Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ *ἦμενσυνηγμένοι. *Καθήμενοςδέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. 10 Καταβὰς δὲ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν εἶπεν, Μὴ θορυβεῖσθε· γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 Ἀναβὰς δὲ καὶ κλάσας *ἄρτον καὶ γευσάμενος, ἐφἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. 12 Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13 Ἡμεῖς δέ, *προσελθόντεςἐπὶ τὸ πλοῖον, ἀνήχθημεν *2εἰςτὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ *ἦν διατεταγμένος,⸊ μέλλων αὐτὸς πεζεύειν. 14 Ὡς δὲ *συνέβαλενἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. 15 Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον· *καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃἤλθομεν εἰς Μίλητον. 16 *Ἔκρινενγὰρ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γάρ, εἰ δυνατὸν *2ἦναὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς,
Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας *ἀφ᾽⸌ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19 δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ *πολλῶνδακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατοἴκους, 21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς *τὸνθεὸν μετάνοιαν, καὶ πίστιν *2τὴνεἰς *τὸν κύριον ἡμῶν Ἰησοῦν.⸃ 22 Καὶ νῦν ἰδού, *ἐγὼ δεδεμένοςτῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά *μοιμὴ εἰδώς, 23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται *λέγον ὅτι δεσμά *με καὶ θλίψειςμένουσιν. 24 Ἀλλοὐδενὸς *λόγονποιοῦμαι, *οὐδὲ ἔχωτὴν ψυχήν *2μουτιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου *3μετὰ χαρᾶς,⸌ καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ. 25 Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν *τοῦ θεοῦ.⸌ 26 *Διότιμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς *ἐγὼ*ἀπὸ τοῦ αἵματος πάντων. 27 Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι *ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ.⸊ 28 Προσέχετε *οὖνἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν *τοῦ κυρίου καὶ θεοῦ,⸃ ἣν περιεποιήσατο διὰ τοῦ *2ἰδίου αἵματος.⸃ 29 Ἐγὼ *γὰροἶδα *2τοῦτο,⸌ ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω *αὐτῶν.⸃ 31 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, *ἀδελφοί,⸌ *τῷ θεῷκαὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ *2ἐποικοδομῆσαι,⸃ καὶ δοῦναι *2ὑμῖν*κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 Ἀργυρίου χρυσίου ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. 34 Αὐτοὶ *γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε *τῶν λόγωντοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν *μᾶλλον διδόναι λαμβάνειν.
36 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37 Ἱκανὸς δὲ *ἐγένετο κλαυθμὸςπάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
* 20:1 ⸂ προσκαλεσάμενος RP f 35 TR ¦ μεταπεμψάμενος TNT2 WH NA NIV SBL * 20:1 ⸆ – RP f 35 TR ¦ παρακαλέσας TNT2 WH NA NIV SBL * 20:1 ⸂2 πορευθῆναι RP f 35 TR ¦ πορεύεσθαι TNT2 WH NA NIV SBL * 20:1 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:3 ⸉ αὐτῷ ἐπιβουλῆς RP TR ¦ ἐπιβουλῆς αὐτῷ f 35 TNT2 WH NA NIV SBL * 20:3 ⸂ γνώμη RP f 35 TR ¦ γνώμης TNT2 WH NA NIV SBL * 20:4 ⸋ ἄχρι τῆς Ἀσίας RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 20:4 ⸆ – RP f 35 TR ¦ Πύρρου TNT2 WH NA NIV SBL * 20:5 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 20:5 ⸂ προσελθόντες RP TNT2 WH SBL ¦ προελθόντες f 35 TR NA NIV * 20:6 ⸂ οὗ RP f 35 TR TNT2 WH SBL ¦ ὅπου NA NIV * 20:7 ⸂ τῶν μαθητῶν RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL * 20:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 20:8 ⸂ ἦμεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἦσαν TR * 20:9 ⸂ Καθήμενος RP f 35 TR ¦ Καθεζόμενος TNT2 WH NA NIV SBL * 20:11 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL * 20:13 ⸂ προσελθόντες RP f 35 ¦ προελθόντες TR TNT2 WH NA NIV SBL * 20:13 ⸂2 εἰς RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL * 20:13 ⸉ ἦν διατεταγμένος RP f 35 TR ¦ διατεταγμένος ἦν TNT2 WH NA NIV SBL * 20:14 ⸂ συνέβαλεν RP f 35 TR ¦ συνέβαλλεν TNT2 WH NA NIV SBL * 20:15 ⸂ καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ RP TR ¦ καὶ μείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχομένῃ f 35 ¦ τῇ δὲ ἐχομένῃ TNT2 WH NA NIV SBL * 20:16 ⸂ Ἔκρινεν RP f 35 ¦ Ἔκρινε TR ¦ Κεκρίκει TNT2 WH NA NIV SBL * 20:16 ⸂2 ἦν RP f 35 TR ¦ εἴη TNT2 WH NA NIV SBL * 20:18 ⸋ ἀφ᾽ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 20:19 ⸋ πολλῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:21 ⸋ τὸν RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 20:21 ⸋2 τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:21 ⸂ τὸν κύριον ἡμῶν Ἰησοῦν RP f 35 WH NA NIV SBL ¦ τὸν κύριον ἡμῶν Ἰησοῦν χριστόν TR TNT2 * 20:22 ⸉ ἐγὼ δεδεμένος RP f 35 TR ¦ δεδεμένος ἐγὼ TNT2 WH NA NIV SBL * 20:22 ⸂ μοι RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐμοὶ WH NA25 * 20:23 ⸆ – RP f 35 TR ¦ μοι TNT2 WH NA NIV SBL * 20:23 ⸉ με καὶ θλίψεις RP f 35 TR ¦ καὶ θλίψεις με TNT2 WH NA NIV SBL * 20:24 ⸂ λόγον RP f 35 TR ¦ λόγου TNT2 WH NA NIV SBL * 20:24 ⸋ οὐδὲ ἔχω RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:24 ⸋2 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:24 ⸋3 μετὰ χαρᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:25 ⸋ τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:26 ⸂ Διότι RP WH NA NIV SBL ¦ Διὸ f 35 TR TNT2 * 20:26 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:26 ⸆ – RP f 35 TR ¦ εἰμι TNT2 WH NA NIV SBL * 20:27 ⸉ ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ RP f 35 TR ¦ πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν TNT2 WH NA NIV SBL * 20:28 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:28 ⸂ τοῦ κυρίου καὶ θεοῦ RP f 35 ¦ τοῦ θεοῦ TR WH NA NIV SBL ¦ τοῦ κυρίου TNT2 * 20:28 ⸂2 ἰδίου αἵματος RP f 35 TR ¦ αἵματος τοῦ ἰδίου TNT2 WH NA NIV SBL * 20:29 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:29 ⸋2 τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:30 ⸂ αὐτῶν RP f 35 TR NA27+28 NIV ¦ ἑαυτῶν TNT2 WH NA25 SBL * 20:32 ⸋ ἀδελφοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:32 ⸂ τῷ θεῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τῷ κυρίῳ WH NA25 * 20:32 ⸂2 ἐποικοδομῆσαι RP f 35 TR ¦ οἰκοδομῆσαι TNT2 WH NA NIV SBL * 20:32 ⸋2 ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 20:32 ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL * 20:34 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 20:35 ⸂ τῶν λόγων RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ λόγου f 35 * 20:35 ⸉ μᾶλλον διδόναι RP f 35 TNT2 WH NA NIV SBL ¦ διδόναι μᾶλλον TR * 20:37 ⸉ ἐγένετο κλαυθμὸς RP TR ¦ κλαυθμὸς ἐγένετο f 35 TNT2 WH NA NIV SBL