15
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ *περιτέμνησθετῷ ἔθει *Μωϋσέως, οὐ δύνασθε σωθῆναι. Γενομένης *οὖνστάσεως καὶ *2ζητήσεωςοὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν *Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, *ἀπεδέχθησαν*2ὑπὸτῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα θεὸς ἐποίησεν μεταὐτῶν. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
Συνήχθησαν *δὲοἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Πολλῆς δὲ *συζητήσεωςγενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς,
Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφἡμερῶν ἀρχαίων *2 θεὸς ἐν ἡμῖν ἐξελέξατο,⸃ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. Καὶ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς *αὐτοῖςτὸ πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν· καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. 10 Νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; 11 Ἀλλὰ διὰ τῆς χάριτος *τοῦ κυρίου Ἰησοῦπιστεύομεν σωθῆναι, καθὃν τρόπον κἀκεῖνοι.
12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν διαὐτῶν. 13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων,
Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου· 14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν *ἐπὶτῷ ὀνόματι αὐτοῦ. 15 Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται, 16 Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ *κατεσκαμμένααὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτήν· 17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφοὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπαὐτούς, λέγει κύριος *ποιῶν ταῦτα *2πάντα.⸌ 18 Γνωστὰ ἀπαἰῶνός *ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ.⸃ 19 Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν· 20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι *ἀπὸτῶν ἀλισγημάτων τῶν εἰδώλων *καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.⸃ 21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
22 Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν *Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν *ἐπικαλούμενονΒαρσαββᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, 23 γράψαντες διὰ χειρὸς αὐτῶν *τάδε,⸌ Οἱ ἀπόστολοι *καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶτοῖς κατὰ *2τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίανἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν· 24 ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν *ἐξελθόντεςἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, *2λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον,⸌ οἷς οὐ διεστειλάμεθα· 25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, *ἐκλεξαμένουςἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, 26 ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. 27 Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. 28 Ἔδοξεν γὰρ *τῷ ἁγίῳ πνεύματι,⸃ καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν *τῶν ἐπάναγκες τούτων,⸊ 29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ *πνικτοῦκαὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε.
30 Οἱ μὲν οὖν ἀπολυθέντες *ἦλθονεἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. 31 Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 32 Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν. 33 Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετεἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς *ἀποστόλους.⸃ 34 * 35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ κυρίου.
36 Μετὰ δέ τινας ἡμέρας εἶπεν *Παῦλος πρὸς Βαρνάβαν,⸊ Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς *ἡμῶνκατὰ *2πᾶσαν πόλιν,⸊ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. 37 Βαρνάβας δὲ *ἐβουλεύσατοσυμπαραλαβεῖν **τὸνἸωάννην, τὸν καλούμενον Μάρκον. 38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπαὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ *συμπαραλαβεῖντοῦτον. 39 Ἐγένετο *οὖνπαροξυσμός, ὥστε *2ἀποχωρισθῆναιαὐτοὺς ἀπἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· 40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι *τοῦ θεοῦὑπὸ τῶν ἀδελφῶν. 41 Διήρχετο δὲ *τὴν Συρίαν καὶ Κιλικίαν,⸃ ἐπιστηρίζων τὰς ἐκκλησίας.
* 15:1 ⸂ περιτέμνησθε RP f 35 TR ¦ περιτμηθῆτε TNT2 WH NA NIV SBL * 15:1 ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL * 15:2 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 15:2 ⸂2 ζητήσεως RP f 35 TNT2 WH NA NIV SBL ¦ συζητήσεως TR * 15:3 ⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 15:4 ⸂ ἀπεδέχθησαν RP f 35 TR ¦ παρεδέχθησαν TNT2 WH NA NIV SBL * 15:4 ⸂2 ὑπὸ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL * 15:6 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 15:7 ⸂ συζητήσεως RP f 35 TR ¦ ζητήσεως TNT2 WH NA NIV SBL * 15:7 ⸂2 ὁ θεὸς ἐν ἡμῖν ἐξελέξατο RP TR ¦ ὁ θεὸς ἐν ὑμῖν ἐξελέξατο f 35 ¦ ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς TNT2 WH NA NIV SBL * 15:8 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:11 ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ κυρίου Ἰησοῦ χριστοῦ TR * 15:14 ⸋ ἐπὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:16 ⸂ κατεσκαμμένα RP f 35 TR NA27+28 NIV SBL ¦ κατεστρεμμένα TNT2 ¦ κατεστραμμένα WH NA25 * 15:17 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:17 ⸋2 πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:18 ⸂ ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ RP f 35 ¦ ἐστι τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ TR ¦ – TNT2 WH NA NIV SBL * 15:20 ⸋ ἀπὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:20 ⸂ καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος RP f 35 TR NA27+28 NIV SBL ¦ καὶ τῆς πορνείας καὶ πνικτοῦ καὶ τοῦ αἵματος TNT2 WH NA25 * 15:22 ⸆ – RP f 35 ¦ τῷ TR TNT2 WH NA NIV SBL * 15:22 ⸂ ἐπικαλούμενον RP f 35 TR ¦ καλούμενον TNT2 WH NA NIV SBL * 15:23 ⸋ τάδε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:23 ⸂ καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ RP f 35 TR ¦ καὶ οἱ πρεσβύτεροι, ἀδελφοὶ TNT2 WH NA NIV SBL * 15:23 ⸂2 τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν RP TR TNT2 WH NA NIV SBL ¦ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν f 35 * 15:24 ⸋ ἐξελθόντες RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 15:24 ⸋2 λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:25 ⸂ ἐκλεξαμένους RP TR NA25 ¦ ἐκλεξαμένοις f 35 TNT2 WH NA27+28 NIV SBL * 15:28 ⸂ τῷ ἁγίῳ πνεύματι RP f 35 TR ¦ τῷ πνεύματι τῷ ἁγίῳ TNT2 WH NA NIV SBL * 15:28 ⸉ τῶν ἐπάναγκες τούτων RP f 35 TR ¦ τούτων τῶν ἐπάναγκες TNT2 WH NA NIV SBL * 15:29 ⸂ πνικτοῦ RP f 35 TR ¦ πνικτῶν TNT2 WH NA NIV SBL * 15:30 ⸂ ἦλθον RP f 35 TR ¦ κατῆλθον TNT2 WH NA NIV SBL * 15:33 ⸂ ἀποστόλους RP f 35 TR ¦ ἀποστείλαντας αὐτούς TNT2 WH NA NIV SBL * 15:34 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ. TR * 15:36 ⸉ Παῦλος πρὸς Βαρνάβαν RP f 35 TR ¦ πρὸς Βαρνάβαν Παῦλος TNT2 WH NA NIV SBL * 15:36 ⸋ ἡμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:36 ⸉2 πᾶσαν πόλιν RP f 35 TR ¦ πόλιν πᾶσαν TNT2 WH NA NIV SBL * 15:37 ⸂ ἐβουλεύσατο RP f 35 TR ¦ ἐβούλετο TNT2 WH NA NIV SBL * 15:37 ⸆ – RP TR ¦ καὶ f 35 TNT2 WH NA NIV SBL * 15:37 ⸋ τὸν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 15:38 ⸂ συμπαραλαβεῖν RP f 35 TR ¦ συμπαραλαμβάνειν TNT2 NA NIV SBL ¦ συνπαραλαμβάνειν WH * 15:39 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 15:39 ⸂2 ἀποχωρισθῆναι RP TR TNT2 WH NA NIV SBL ¦ χωρισθῆναι f 35 * 15:40 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL * 15:41 ⸂ τὴν Συρίαν καὶ Κιλικίαν RP f 35 TR TNT2 NA25 ¦ τὴν Συρίαν καὶ τὴν Κιλικίαν WH NA27+28 NIV SBL