10
Ἀνὴρ δέ τις *ἦνἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν *τεἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ θεοῦ διὰ παντός. Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ *ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν, Τί ἐστιν, κύριε; Εἶπεν δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον *ἐνώπιοντοῦ θεοῦ. Καὶ νῦν πέμψον *εἰς Ἰόππην ἄνδρας,⸊ καὶ μετάπεμψαι Σίμωνα *τὸν ἐπικαλούμενον Πέτρον·⸃ οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ἐστιν οἰκία παρὰ θάλασσαν· * ὡς δὲ ἀπῆλθεν ἄγγελος λαλῶν *τῷ Κορνηλίῳ,⸃ φωνήσας δύο τῶν οἰκετῶν *αὐτοῦ,⸌ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος *αὐτοῖς ἅπαντα,⸊ ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην· 10 ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ *ἐκείνων,⸃ *2ἐπέπεσενἐπαὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον *ἐπαὐτὸνσκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς *2δεδεμένον, καὶκαθιέμενον ἐπὶ τῆς γῆς· 12 ἐν ὑπῆρχεν πάντα *τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.⸃ 13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14  δὲ Πέτρος εἶπεν, Μηδαμῶς, κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν *ἀκάθαρτον. 15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. 16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ *πάλινἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει Πέτρος τί ἂν εἴη τὸ ὅραμα εἶδεν, *καὶἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι *ἀπὸτοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν *Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες *ἐπυνθάνοντοεἰ Σίμων, ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. 19 Τοῦ δὲ Πέτρου *διενθυμουμένουπερὶ τοῦ ὁράματος, εἶπεν *2αὐτῷ τὸ πνεῦμα,⸃ Ἰδού, ἄνδρες **3ζητοῦσίνσε. 20 Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· *διότιἐγὼ ἀπέσταλκα αὐτούς. 21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας *εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς αἰτία διἣν πάρεστε; 22 Οἱ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου *ἁγίουμεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν.
Τῇ δὲ ἐπαύριον ** Πέτροςἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ *2 Ἰόππης συνῆλθον αὐτῷ. 24 *Καὶ τῇἐπαύριον *2εἰσῆλθονεἰς τὴν Καισάρειαν. δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 Ὡς δὲ ἐγένετο *τοῦεἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν. 26  δὲ Πέτρος *αὐτὸν ἤγειρενλέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. 27 Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ θεὸς ἔδειξεν μηδένα κοινὸν ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με. 30 Καὶ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην *νηστεύων, καὶτὴν ἐνάτην *2ὥρανπροσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 31 καί φησιν, Κορνήλιε, εἰσηκούσθη σου προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ. 32 Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· *ὃς παραγενόμενος λαλήσει σοι.⸌ 33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ *τοῦ θεοῦ.⸃ 34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν,
Ἐπἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτης θεός· 35 ἀλλἐν παντὶ ἔθνει φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν. 36 Τὸν λόγον *ὃνἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ χριστοῦοὗτός ἐστιν πάντων κύριος 37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθὅλης τῆς Ἰουδαίας, *ἀρξάμενονἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ἐκήρυξεν Ἰωάννης· 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι θεὸς ἦν μεταὐτοῦ. 39 Καὶ ἡμεῖς *ἐσμενμάρτυρες πάντων ὧν ἐποίησεν *ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ·⸃ ὃν *2καὶἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. 40 Τοῦτον θεὸς ἤγειρεν *τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 42 Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι *αὐτόςἐστιν ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, *ὅσοισυνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη δωρεὰ *2τοῦ ἁγίου πνεύματοςἐκκέχυται. 46 Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν θεόν. Τότε ἀπεκρίθη *Πέτρος, 47 Μήτι τὸ ὕδωρ *κωλῦσαι δύναταίτις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον *καθὼςκαὶ ἡμεῖς; 48 Προσέταξέν *τεαὐτοὺς *2βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου.⸃ Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
* 10:1 ⸋ ἦν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:2 ⸋ τε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:3 ⸆ – RP f 35 TR ¦ περὶ TNT2 WH NA NIV SBL * 10:4 ⸂ ἐνώπιον RP f 35 TR ¦ ἔμπροσθεν TNT2 WH NA NIV SBL * 10:5 ⸉ εἰς Ἰόππην ἄνδρας RP f 35 TR ¦ ἄνδρας εἰς Ἰόππην TNT2 WH NA NIV SBL * 10:5 ⸂ τὸν ἐπικαλούμενον Πέτρον RP ¦ ὃς ἐπικαλεῖται Πέτρος f 35 TR ¦ τινα ὃς ἐπικαλεῖται Πέτρος TNT2 WH NA NIV SBL * 10:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν· TR * 10:7 ⸂ τῷ Κορνηλίῳ RP f 35 TR ¦ αὐτῷ TNT2 WH NA NIV SBL * 10:7 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:8 ⸉ αὐτοῖς ἅπαντα RP f 35 TR ¦ ἅπαντα αὐτοῖς TNT2 WH NA NIV SBL * 10:10 ⸂ ἐκείνων RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL * 10:10 ⸂2 ἐπέπεσεν RP f 35 TR ¦ ἐγένετο TNT2 WH NA NIV SBL * 10:11 ⸋ ἐπ᾽ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:11 ⸋2 δεδεμένον, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:12 ⸂ τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ RP f 35 TR ¦ τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ TNT2 WH NA NIV SBL * 10:14 ⸂ ἢ RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL * 10:16 ⸂ πάλιν RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 10:17 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:17 ⸂ ἀπὸ RP TR TNT2 ¦ ὑπὸ f 35 WH NA NIV SBL * 10:17 ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL * 10:18 ⸂ ἐπυνθάνοντο RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐπύθοντο WH * 10:19 ⸂ διενθυμουμένου RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐνθυμουμένου TR * 10:19 ⸂2 αὐτῷ τὸ πνεῦμα RP f 35 TR NA27+28 NIV SBL ¦ τὸ πνεῦμα αὐτῷ TNT2 ¦ τὸ πνεῦμα WH NA25 * 10:19 ⸆ – RP f 35 SBL ¦ τρεῖς TR TNT2 NA27+28 NIV ¦ δύο WH NA25 * 10:19 ⸂3 ζητοῦσίν RP f 35 TNT2 ¦ ζητοῦσί TR ¦ ζητοῦντές WH NA NIV SBL * 10:20 ⸂ διότι RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 10:21 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὑτόν TR * 10:22 ⸋ ἁγίου RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 10:23 ⸆ – RP f 35 TR ¦ ἀναστὰς TNT2 WH NA NIV SBL * 10:23 ⸋ ὁ Πέτρος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:23 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὴς TR * 10:24 ⸂ Καὶ τῇ RP f 35 TR ¦ Τῇ δὲ TNT2 WH NA NIV SBL * 10:24 ⸂2 εἰσῆλθον RP f 35 TR ¦ εἰσῆλθεν TNT2 WH NA NIV SBL * 10:25 ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 10:26 ⸉ αὐτὸν ἤγειρεν RP ¦ ἤγειρεν αὐτὸν f 35 TNT2 WH NA NIV SBL ¦ αὐτὸν ἤγειρε TR * 10:30 ⸋ νηστεύων, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:30 ⸋2 ὥραν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:32 ⸋ ὃς παραγενόμενος λαλήσει σοι. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:33 ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL * 10:36 ⸋ ὃν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 10:37 ⸂ ἀρξάμενον RP f 35 TR ¦ ἀρξάμενος TNT2 WH NA NIV SBL * 10:39 ⸋ ἐσμεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:39 ⸂ ἔν τε τῇ χώρᾳ … καὶ ἐν Ἱερουσαλήμ RP f 35 TR NA27+28 NIV73 ¦ ἔν τε τῇ χώρᾳ … καὶ Ἱερουσαλήμ TNT2 WH NA25 NIV11 SBL * 10:39 ⸋2 καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 10:40 ⸆ – RP f 35 TR TNT2 WH SBL ¦ ἐν NA NIV * 10:42 ⸂ αὐτός RP f 35 TR ¦ οὗτός TNT2 WH NA NIV SBL * 10:45 ⸂ ὅσοι RP f 35 TR TNT2 NA NIV SBL ¦ οἳ WH * 10:45 ⸂2 τοῦ ἁγίου πνεύματος RP f 35 TR TNT2 NA NIV SBL ¦ τοῦ πνεύματος τοῦ ἁγίου WH * 10:46 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 10:47 ⸉ κωλῦσαι δύναταί RP f 35 TR ¦ δύναταί κωλῦσαι TNT2 WH NA NIV SBL * 10:47 ⸂ καθὼς RP TR ¦ ὡς f 35 TNT2 WH NA NIV SBL * 10:48 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 10:48 ⸂2 βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου RP TR ¦ βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ κυρίου Ἰησοῦ f 35 ¦ ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ βαπτισθῆναι TNT2 WH NA NIV SBL