9
Καὶ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου· καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνουμεγάλης* καὶ ⸀ἐσκοτώθη ἥλιος καὶ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ⸀ἀδικήσουσιντὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶνμετώπων§ καὶ ἐδόθηαὐτοῖς*ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλʼ ἵναβασανισθήσονταιμῆνας πέντε· καὶ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶφεύγει θάνατος ἀπʼ αὐτῶν§.
Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοιὅμοιοι χρυσῷ*, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον· 10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11 ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, ⸂καὶ ἐν§ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
12  οὐαὶ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκτῶν*κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 λέγοντατῷ ἕκτῳ ἀγγέλῳ, ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15 καὶἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥρανκαὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16 καὶ ἀριθμὸς τῶν στρατευμάτων τοῦἱππικοῦ§⸀δισμυριάδες*μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπʼ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ⸀ἐκτοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19  γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαιὄφεσιν ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, ⸀οὐδὲ§μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴπροσκυνήσουσιν*τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, οὔτε βλέπεινδύνανταιοὔτε ἀκούειν οὔτε περιπατεῖν, 21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶνφαρμάκωναὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
* 9:2 μεγάλης WH Treg NA28 ] καιομένης RP 9:2 ἐσκοτώθη WH NA28 ] ἐσκοτίσθη Treg RP 9:4 ἀδικήσουσιν WH NA28 ] ἀδικήσωσιν Treg RP § 9:4 μετώπων WH Treg NA28 ] + αὐτῶν RP * 9:5 αὐτοῖς Treg NA28 ] αὐταῖς WH RP 9:5 βασανισθήσονται WH Treg NA28 ] βασανισθῶσιν RP 9:6 φεύγει WH Treg NA28 ] φεύξεται RP § 9:6 ὁ θάνατος ἀπʼ αὐτῶν WH Treg NA28 ] ἀπʼ αὐτῶν ὁ θάνατος RP * 9:7 ὅμοιοι χρυσῷ WH Treg NA28 ] χρυσοῖ RP 9:10 ἡ ἐξουσία αὐτῶν WH Treg NA28 ] ἐξουσίαν ἔχουσιν τοῦ RP 9:11 ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν WH Treg NA28 ] Ἔχουσαι βασιλέα ἐπʼ αὐτῶν RP § 9:11 καὶ ἐν WH Treg NA28 ] ἐν δὲ RP * 9:13 τῶν WH Treg NIV ] + τεσσάρων RP NA28 9:14 λέγοντα WH Treg NA28 ] λέγουσαν RP 9:15 καὶ WH Treg NA28 ] + εἰς τὴν RP § 9:16 ἱππικοῦ WH Treg NA28 ] ἵππου RP * 9:16 δισμυριάδες WH NA28 ] δύο μυριάδες Treg; μυριάδες RP 9:18 ἐκ WH Treg NA28 ] ἀπὸ RP 9:19 ὄφεσιν WH Treg NA28 ] ὄφεων RP § 9:20 οὐδὲ NA28 ] οὐ WH RP; οὔτε Treg * 9:20 προσκυνήσουσιν WH Treg NA28 ] προσκυνήσωσιν RP 9:20 δύνανται WH Treg NA28 ] δύναται RP 9:21 φαρμάκων WH NA28 ] φαρμακειῶν Treg RP