4
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ φωνὴ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ, λέγων· Ἀνάβα ὧδε, καὶ δείξω σοι δεῖ γενέσθαι. μετὰ ταῦτα εὐθέως*ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος, καὶ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνουὅμοιος ὁράσει σμαραγδίνῳ. καὶ κυκλόθεν τοῦ θρόνουθρόνοι§εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺςθρόνους*εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένουςἐνἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί· καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ⸀εἰσιντὰ§ἑπτὰ πνεύματα τοῦ θεοῦ, καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.
Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν· καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷονἔχων*τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ· καὶ τὰ τέσσαρα ζῷα, ἓνκαθʼ ἓναὐτῶν§ἔχων*ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· Ἅγιος ἅγιος ἅγιος κύριος, θεός, παντοκράτωρ, ἦν καὶ ὢν καὶ ἐρχόμενος. καὶ ὅτανδώσουσιντὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶτῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες· 11 Ἄξιος εἶ, κύριος καὶ θεὸςἡμῶν§ λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισαςτὰ*πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.
* 4:2 εὐθέως WH Treg NA28 ] Καὶ εὐθέως RP 4:3 καὶ ὁ καθήμενος WH Treg NA28 ] – RP 4:3 ὅμοιος ὁράσει σμαραγδίνῳ WH Treg NA28 ] ὁμοίως ὅρασις σμαραγδίνων RP § 4:4 θρόνοι WH Treg RP ] θρόνους NA28 * 4:4 θρόνους WH Treg NA28 ] + τοὺς RP 4:4 ἐν Treg NA28 RP ] – WH 4:5 ἅ WH NA28 ] αἵ Treg; αὐτοῦ αἵ RP § 4:5 τὰ WH Treg NA28 ] – RP * 4:7 ἔχων WH Treg NA28 ] ἔχον RP 4:7 τὸ πρόσωπον ὡς WH Treg NA28 ] πρόσωπον RP 4:8 καθʼ ἓν WH NA28 RP ] ἕκαστον Treg § 4:8 αὐτῶν WH Treg NA28 ] – RP * 4:8 ἔχων WH Treg NA28 ] ἔχον RP 4:9 δώσουσιν WH Treg NA28 ] δῶσιν RP 4:9 τῷ θρόνῳ Treg NA28 ] τοῦ θρόνου WH RP § 4:11 ἡμῶν WH Treg NA28 ] + ὁ ἅγιος RP * 4:11 τὰ WH Treg NA28 ] – RP