21
Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· γὰρ πρῶτος οὐρανὸς καὶ πρώτη γῆ ἀπῆλθαν, καὶ θάλασσα οὐκ ἔστιν ἔτι. καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦθρόνου*λεγούσης· Ἰδοὺ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετʼ αὐτῶν, καὶ αὐτοὶλαοὶαὐτοῦ ἔσονται, καὶ αὐτὸς θεὸςμετʼ αὐτῶν ἔσται, καὶ ἐξαλείψει πᾶν δάκρυονἐκ§τῶν ὀφθαλμῶν αὐτῶν, καὶ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσταιἔτι.*τὰ πρῶτα ἀπῆλθαν.
Καὶ εἶπεν καθήμενος ἐπὶ τῷ θρόνῳ· Ἰδοὺκαινὰ ποιῶ πάντα. καὶλέγει Γράψον, ὅτι οὗτοι οἱ λόγοιπιστοὶ καὶ ἀληθινοί§ εἰσιν. καὶ εἶπέν μοι· ⸂Γέγοναν. ἐγὼτὸ Ἄλφα καὶ τὸ , ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.* νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. τοῖς δὲ δειλοῖς καὶἀπίστοιςκαὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ἐστιν θάνατος δεύτερος.
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, ⸂τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὴννύμφην τὴν γυναῖκα§ τοῦ ἀρνίου. 10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴνπόλιν*τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· 12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα, καὶ ἐπὶτοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα ἐστιντῶν δώδεκαφυλῶν§υἱῶν Ἰσραήλ· 13 ἀπὸἀνατολῆς*πυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς, καὶ ἀπὸ νότου πυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς· 14 καὶ τὸ τεῖχος τῆς πόλεωςἔχωνθεμελίους δώδεκα, καὶ ἐπʼ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15 Καὶ λαλῶν μετʼ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. 16 καὶ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆςὅσοντὸ πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶσταδίους§δώδεκαχιλιάδων* τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. 17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ἐστιν ἀγγέλου. 18 καὶ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις, καὶ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ· 19 οἱθεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· θεμέλιος πρῶτος ἴασπις, δεύτερος σάπφιρος, τρίτος χαλκηδών, τέταρτος σμάραγδος, 20  πέμπτος σαρδόνυξ, ἕκτος σάρδιον, ἕβδομος χρυσόλιθος, ὄγδοος βήρυλλος, ἔνατος τοπάζιον, δέκατος χρυσόπρασος, ἑνδέκατος ὑάκινθος, δωδέκατος ἀμέθυστος· 21 καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται, ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής.
22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, γὰρ κύριος, θεός, παντοκράτωρ, ναὸς αὐτῆς ἐστιν, καὶ τὸ ἀρνίον. 23 καὶ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν αὐτῇ, γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ λύχνος αὐτῆς τὸ ἀρνίον. 24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιντὴν δόξαν αὐτῶν§ εἰς αὐτήν· 25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ, 26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. 27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶποιῶν*βδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.
* 21:3 θρόνου WH NA28 ] οὐρανοῦ Treg RP 21:3 λαοὶ WH Treg NA28 ] λαὸς RP 21:3 μετʼ αὐτῶν ἔσται WH Treg ] ἔσται μετʼ αὐτῶν RP; μετʼ αὐτῶν ἔσται αὐτῶν θεός NA28 § 21:4 ἐκ WH Treg NA28 ] ἀπὸ RP * 21:4 ἔτι. WH ] ἔτι, ὅτι Treg NA28 RP 21:5 καινὰ ποιῶ πάντα WH Treg NA28 ] πάντα καινὰ ποιῶ RP 21:5 λέγει WH NA28 ] + μοι Treg RP § 21:5 πιστοὶ καὶ ἀληθινοί WH Treg NA28 ] ἀληθινοὶ καὶ πιστοί RP * 21:6 Γέγοναν, ἐγὼ WH ] Γέγοναν ἐγώ εἰμι Treg NA28; Γέγονα RP 21:8 ἀπίστοις WH Treg NA28 ] + καὶ ἁμαρτωλοῖς RP 21:9 τῶν γεμόντων WH Treg NA28 ] γεμούσας RP § 21:9 νύμφην τὴν γυναῖκα WH Treg NA28 ] γυναῖκα τὴν νύμφην RP * 21:10 πόλιν WH Treg NA28 ] + τὴν μεγάλην RP 21:12 τοῖς πυλῶσιν WH NA28 RP ] τοὺς πυλῶνας Treg 21:12 ἐστιν WH ] + τὰ ὀνόματα Treg NA28; + ὀνόματα RP § 21:12 φυλῶν WH Treg NA28 ] + τῶν RP * 21:13 ἀνατολῆς WH Treg NA28 ] ἀνατολῶν RP 21:14 ἔχων WH Treg NA28 ] ἔχον RP 21:16 ὅσον WH Treg RP ] + καὶ NA28 § 21:16 σταδίους Treg RP ] σταδίων WH NA28 * 21:16 χιλιάδων WH Treg NA28 ] + δώδεκα RP 21:18 καὶ WH NA28 ] + ἦν Treg RP 21:19 οἱ WH NA28 RP ] καὶ οἱ Treg § 21:24 τὴν δόξαν αὐτῶν WH Treg NA28 ] αὐτῷ δόξαν καὶ τιμὴν τῶν ἐθνῶν RP * 21:27 ποιῶν Holmes WHmarg ] ὁ ποιῶν WH Treg NA28; ποιοῦν RP