16
Καὶ ἤκουσαμεγάλης φωνῆς* ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ ⸀ἐκχέετετὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
Καὶ ἀπῆλθεν πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
Καὶ δεύτεροςἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴζωῆς§ἀπέθανεντὰ*ἐν τῇ θαλάσσῃ.
Καὶ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺςκαὶτὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὢν καὶ ἦν, ⸀ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖςδέδωκας§πιεῖν· ἄξιοί εἰσιν. καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, θεός, παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
Καὶ τέταρτος*ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαιτοὺς ἀνθρώπους ἐν πυρί. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶἐβλασφήμησαντὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντοςτὴν§ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 Καὶ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 Καὶ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν*ποταμὸν τὸν μέγαντὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. 13 καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματατρία ἀκάθαρτα ὡς βάτραχοι· 14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆςἡμέραςτῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος 15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ 16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17 Καὶ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρακαὶ ἐξῆλθεν φωνὴ μεγάληἐκ§τοῦναοῦ*ἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν 18 καὶ ἐγένοντο ἀστραπαὶ καὶφωναὶ καὶ βρονταί, καὶ σεισμὸςἐγένετομέγας, οἷος οὐκ ἐγένετο ἀφʼ οὗἄνθρωποι ἐγένοντο§ ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας, 19 καὶ ἐγένετο πόλις μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ· 20 καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν πληγὴ αὐτῆς σφόδρα.
* 16:1 μεγάλης φωνῆς WH NA28 ] φωνῆς μεγάλης Treg RP 16:1 ἐκχέετε WH NA28 ] ἐκχέατε Treg RP 16:3 δεύτερος WH Treg NA28 ] + ἄγγελος RP § 16:3 ζωῆς WH Treg NA28 ] ζῶσα RP * 16:3 τὰ WH Treg NA28 ] – RP 16:4 καὶ WH Treg NA28 ] + εἰς RP 16:5 ὁ WH NA28 RP ] – Treg § 16:6 δέδωκας WH Treg NA28 ] ἔδωκας RP * 16:8 τέταρτος WH Treg NA28 ] + ἄγγελος RP 16:8 τοὺς ἀνθρώπους ἐν πυρί WH Treg NA28 ] ἐν πυρί τοὺς ἀνθρώπους RP 16:9 ἐβλασφήμησαν WH Treg NA28 ] + οἱ ἄνθρωποι RP § 16:9 τὴν WH Treg NA28 ] – RP * 16:12 τὸν WH Treg NA28 ] – RP 16:13 τρία ἀκάθαρτα WH Treg NA28 ] ἀκάθαρτα τρία RP 16:14 ἡμέρας WH Treg NA28 ] + ἐκείνης RP § 16:17 ἐκ WH Treg NA28 ] ἀπὸ RP * 16:17 ναοῦ WH Treg NA28 ] + τοῦ οὐρανοῦ RP 16:18 φωναὶ καὶ βρονταί WH Treg NA28 ] βρονταί καὶ φωναὶ RP 16:18 ἐγένετο WH Treg NA28 ] – RP § 16:18 ἄνθρωποι ἐγένοντο WH ] οἱ ἄνθρωποι ἐγένοντο RP; ἄνθρωπος ἐγένετο Treg NA28