11
Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ⸀Ἔγειρε*καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. καὶ τὴν αὐλὴν τὴν ἔξωθεντοῦ ναοῦ ἔκβαλεἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας ⸀τεσσεράκονταδύο. καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, ⸀περιβεβλημένοι§σάκκους.
Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆςἑστῶτες* καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τιςθελήσῃ αὐτοὺς ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσιντὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆνἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν§.
Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετʼ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ κύριος αὐτῶν ἐσταυρώθη. καὶ*βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖςκαὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ⸀ἀφίουσιντεθῆναι εἰς μνῆμα. 10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπʼ αὐτοῖς καὶ ⸀εὐφραίνονται καὶ δῶραπέμψουσιν§ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 Καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθενἐν αὐτοῖς*, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγαςἐπέπεσενἐπὶ τοὺς θεωροῦντας αὐτούς· 12 καὶἤκουσανφωνῆς μεγάλης§ ἐκ τοῦ οὐρανοῦλεγούσης*αὐτοῖς· ⸀Ἀνάβατεὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 καὶ ἐν ἐκείνῃ τῇὥρᾳἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ θεῷ τοῦ οὐρανοῦ.
14  οὐαὶ δευτέρα ἀπῆλθεν· ⸂ἰδοὺ οὐαὶ τρίτη§ ἔρχεται ταχύ.
15 Καὶ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷλέγοντες* Ἐγένετο βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον τοῦθεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 17 λέγοντες· Εὐχαριστοῦμέν σοι, κύριε, θεός, παντοκράτωρ, ὢν καὶ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας. 18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ὀργή σου καὶ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, ⸂τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
19 Καὶ ἠνοίγη §ναὸς τοῦ θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη κιβωτὸς τῆς διαθήκηςαὐτοῦ*ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶκαὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
* 11:1 Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP 11:2 ἔξωθεν WH Treg NA28 ] ἔξω RP 11:2 τεσσεράκοντα Treg ] + καὶ WH NA28 RP § 11:3 περιβεβλημένοι NA28 RP ] περιβεβλημένους WH Treg * 11:4 ἑστῶτες WH Treg NA28 ] ἑστῶσαι RP 11:5 θελήσῃ αὐτοὺς WH NA28 ] αὐτοὺς θελήσῃ Treg; θέλει αὐτοὺς RP 11:6 τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν WH Treg NA28 ] τὸν οὐρανόν ἐξουσίαν κλεῖσαι RP § 11:6 ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν WH Treg NA28 ] ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ RP * 11:9 καὶ WH Treg NA28 ] – RP 11:9 ἀφίουσιν WH Treg NA28 ] ἀφήσουσιν RP 11:10 εὐφραίνονται WH Treg NA28 ] εὐφρανθήσονται RP § 11:10 πέμψουσιν WH Treg NA28 ] δώσουσιν RP * 11:11 ἐν αὐτοῖς WH Treg NA28 ] εἰς αὐτούς RP 11:11 ἐπέπεσεν WH Treg NA28 ] ἔπεσεν RP 11:12 ἤκουσαν WH Treg NA28 ] ἤκουσα RP § 11:12 φωνῆς μεγάλης WH Treg NA28 ] φωνὴν μεγάλην RP * 11:12 λεγούσης WH Treg NA28 ] λέγουσαν RP 11:12 Ἀνάβατε WH Treg NA28 ] Ἀνάβητε RP 11:13 ὥρᾳ WH Treg NA28 ] ἡμέρᾳ RP § 11:14 ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη WH Treg NA28 ] ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ RP * 11:15 λέγοντες WH NA28 ] λέγουσαι Treg RP 11:16 θεοῦ καθήμενοι WH NA28 ] θεοῦ οἳ κάθηνται Treg; θρόνου τοῦ θεοῦ καθήμενοι RP 11:18 τοὺς μικροὺς καὶ τοὺς μεγάλους WH Treg NA28 ] τοῖς μικροῖς καὶ τοῖς μεγάλοις RP § 11:19 ὁ WH Treg NA28 ] – RP * 11:19 αὐτοῦ WH Treg NA28 ] τοῦ κυρίου RP 11:19 καὶ σεισμὸς WH Treg NA28 ] – RP