ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
1
Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν. μακάριος ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, γὰρ καιρὸς ἐγγύς. Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνηἀπὸ* ὢν καὶ ἦν καὶ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἐνώπιον τοῦ θρόνου αὐτοῦ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, μάρτυς πιστός, πρωτότοκος τῶν νεκρῶν καὶ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ ⸀λύσαντιἡμᾶςἐκτῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦαὐτῷ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶναςτῶν αἰώνων§· ἀμήν. Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν. Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ , λέγει κύριος, θεός, ὢν καὶ ἦν καὶ ἐρχόμενος, παντοκράτωρ. Ἐγὼ Ἰωάννης, ἀδελφὸς ὑμῶν καὶσυγκοινωνὸς*ἐντῇ θλίψει καὶβασιλείᾳ καὶ ὑπομονῇἐν Ἰησοῦ§ ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦκαὶ τὴν μαρτυρίανἸησοῦ. 10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσαὀπίσω μου φωνὴν* μεγάλην ὡς σάλπιγγος 11 λεγούσης· βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν. 12 Καὶἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλει μετʼ ἐμοῦ· καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13 καὶ ἐν μέσῳτῶνλυχνιῶν ὅμοιονυἱὸν§ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν· 14  δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ ὡς ἔριον λευκόν, ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός, 15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ ⸀πεπυρωμένης* καὶ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 16 καὶ ἔχων ἐν τῇ δεξιᾷχειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ὄψις αὐτοῦ ὡς ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. 17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπʼ ἐμὲ λέγων· Μὴ φοβοῦ· ἐγώ εἰμι πρῶτος καὶ ἔσχατος, 18 καὶ ζῶνκαὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶναἰώνων καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. 19 γράψον οὖν εἶδες καὶ εἰσὶν καὶ μέλλειγίνεσθαι§μετὰ ταῦτα. 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρωνοὓς*εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν, καὶ αἱ λυχνίαι αἱ ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.
* 1:4 ἀπὸ WH Treg NA28 ] + θεοῦ RP 1:5 λύσαντι WH Treg NA28 ] λούσαντι RP 1:5 ἐκ WH Treg NA28 ] ἀπὸ RP § 1:6 τῶν αἰώνων Treg NA28 RP ] – WH * 1:9 συγκοινωνὸς WH Treg NA28 ] κοινωνὸς RP 1:9 ἐν WH Treg NA28 ] + Χριστῷ RP 1:9 καὶ WH Treg NA28 ] + διὰ RP § 1:9 Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP * 1:10 ὀπίσω μου φωνὴν WH Treg NA28 ] φωνὴν ὀπίσω μου RP 1:12 Καὶ WH Treg NA28 ] + ἐκεῖ RP 1:13 τῶν WH NA28 ] + ἑπτὰ Treg RP § 1:13 υἱὸν WH NA28 ] υἱῷ Treg RP * 1:15 πεπυρωμένης WH Treg NA28 ] πεπυρωμένοι RP 1:16 χειρὶ αὐτοῦ WH Treg NA28 ] αὐτοῦ χειρὶ RP 1:18 αἰώνων WH Treg NA28 ] + ἀμήν RP § 1:19 γίνεσθαι WH Treg RP ] γενέσθαι NA28 * 1:20 οὓς WH Treg NA28 ] ὧν RP