15
Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ. ὅσα γὰρ προεγράφη, ⸀εἰς*τὴν ἡμετέραν διδασκαλίανἐγράφη ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰΧριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ Χριστὸς προσελάβετοὑμᾶς§ εἰς δόξαντοῦ*θεοῦ. λέγωγὰρΧριστὸνδιάκονονγεγενῆσθαι§περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. 10 καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. 11 καὶ πάλιν· Αἰνεῖτε, ⸂πάντα τὰ ἔθνη, τὸν κύριον⸃, καὶ ⸀ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.* 12 καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ῥίζα τοῦ Ἰεσσαί, καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. 13  δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου. 14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοιπάσηςγνώσεως, δυνάμενοι καὶἀλλήλους§νουθετεῖν. 15 τολμηρότερον*δὲ ἔγραψαὑμῖνἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοιὑπὸτοῦ θεοῦ 16 εἰς τὸ εἶναί με λειτουργὸνΧριστοῦ Ἰησοῦ§ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. 17 ἔχω οὖντὴν*καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν· 18 οὐ γὰρ τολμήσωτι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμειπνεύματος ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 20 οὕτως δὲφιλοτιμούμενον§εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ, 21 ἀλλὰ καθὼς γέγραπται· ⸂Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται*, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. 22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸἱκανῶνἐτῶν, 24 ὡςἂνπορεύωμαι εἰς τὴνΣπανίαν§ ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ 25 νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. 26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. 27 εὐδόκησαν γάρ, καὶ ὀφειλέταιεἰσὶν αὐτῶν*· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶνεἰςΣπανίαν· 29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματιεὐλογίαςΧριστοῦ ἐλεύσομαι. 30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳκαὶ§ διακονία μου εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτοςτοῖς ἁγίοις γένηται*, 32 ἵνα ἐν χαρᾷἐλθὼνπρὸς ὑμᾶς διὰ θελήματοςθεοῦσυναναπαύσωμαι ὑμῖν. 33  δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.
* 15:4 εἰς Treg NA28 RP ] πάντα εἰς WH 15:4 ἐγράφη WH Treg NA28 ] προεγράφη RP 15:5 Χριστὸν Ἰησοῦν WH NA28 RP ] Ἰησοῦν Χριστὸν Treg § 15:7 ὑμᾶς Treg NA28 RP ] ἡμᾶς WH * 15:7 τοῦ WH Treg NA28 ] – RP 15:8 γὰρ WH Treg NA28 ] δέ RP 15:8 Χριστὸν WH Treg NA28 ] + Ἰησοῦν RP § 15:8 γεγενῆσθαι WH NA28 RP ] γένεσθαι Treg * 15:11 πάντα τὰ ἔθνη τὸν κύριον WH Treg NA28 ] τὸν κύριον πάντα τὰ ἔθνη RP 15:11 ἐπαινεσάτωσαν WH Treg NA28 ] ἐπαινέσατε RP 15:14 πάσης Treg RP ] + τῆς WH NA28 § 15:14 ἀλλήλους WH Treg NA28 ] ἄλλους RP * 15:15 τολμηρότερον NA28 RP ] τολμηροτέρως WH Treg 15:15 ὑμῖν WH Treg NA28 ] + ἀδελφοί RP 15:15 ὑπὸ NA28 RP ] ἀπὸ WH Treg § 15:16 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP * 15:17 τὴν WH Treg NA28 ] – RP 15:18 τι λαλεῖν WH Treg NA28 ] λαλεῖν τι RP 15:19 πνεύματος NIV ] + ἁγίου WH Treg; + θεοῦ RP NA28 § 15:20 φιλοτιμούμενον WH NA28 RP ] φιλοτιμοῦμαι Treg * 15:21 Οἷς … αὐτοῦ ὄψονται Treg NA28 RP ] Ὄψονται οἷς … αὐτοῦ WH 15:23 ἱκανῶν WH Treg ] πολλῶν NA28 RP 15:24 ἂν WH Treg NA28 ] ἐὰν RP § 15:24 Σπανίαν WH Treg NA28 ] + ἐλεύσομαι πρὸς ὑμᾶς RP * 15:27 εἰσὶν αὐτῶν WH Treg NA28 ] αὐτῶν εἰσὶν RP 15:28 εἰς WH Treg NA28 ] + τὴν RP 15:29 εὐλογίας WH Treg NA28 ] + τοῦ εὐαγγελίου τοῦ RP § 15:31 καὶ WH Treg NA28 ] + ἵνα RP * 15:31 τοῖς ἁγίοις γένηται WH Treg NA28 ] γένηται τοῖς ἁγίοις RP 15:32 ἐλθὼν WH NA28 ] ἔλθω Treg RP 15:32 θεοῦ WH NA28 ] + καὶ Treg RP