28
Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθενΜαριὰμ* Μαγδαληνὴ καὶ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. καὶἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦκαὶ προσελθὼν ἀπεκύλισε τὸνλίθονκαὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ εἰδέα αὐτοῦὡς§ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησανὡς*νεκροί. ἀποκριθεὶς δὲ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπουἔκειτο καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. καὶἀπελθοῦσαιταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. καὶ§ἰδοὺ*Ἰησοῦςὑπήντησεναὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. 10 τότε λέγει αὐταῖς Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτοἐπὶτοῦ ἡγεμόνος, ἡμεῖς πείσομεναὐτὸν§καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 οἱ δὲ λαβόντεςτὰ*ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερονἡμέρας
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς Ἰησοῦς, 17 καὶ ἰδόντες αὐτὸνπροσεκύνησαν οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶτῆς§γῆς· 19 πορευθέντεςοὖν*μαθητεύσατε πάντα τὰ ἔθνη, ⸀βαπτίζοντεςαὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦαἰῶνος ‘p /’ ‘/book’
* 28:1 Μαριὰμ NA28 ] Μαρία WH Treg RP 28:2 καὶ WH Treg NA28 ] – RP 28:2 λίθον WH Treg NA28 ] + ἀπὸ τῆς θύρας RP § 28:3 ὡς WH Treg NA28 ] ὡσεὶ RP * 28:4 ὡς WH Treg NA28 ] ὡσεὶ RP 28:6 ἔκειτο WH NA28 ] + ὁ κύριος Treg RP 28:8 ἀπελθοῦσαι WH Treg NA28 ] ἐξελθοῦσαι RP § 28:9 καὶ WH Treg NA28 ] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP * 28:9 ἰδοὺ WH NA28 RP ] + ὁ Treg 28:9 ὑπήντησεν WH Treg NA28 ] ἀπήντησεν RP 28:14 ἐπὶ WH NA28 RP ] ὑπὸ Treg § 28:14 αὐτὸν Treg NA28 RP ] – WH * 28:15 τὰ Treg NA28 RP ] – WH 28:15 ἡμέρας WH Treg NA28 ] – RP 28:17 προσεκύνησαν WH Treg NA28 ] + αὐτῷ RP § 28:18 τῆς WH Treg NA28 ] – NIV RP * 28:19 οὖν WH Treg NA28 ] – RP 28:19 βαπτίζοντες WH NA28 RP ] βαπτίσαντες Treg 28:20 αἰῶνος WH Treg NA28 ] + Ἀμήν RP