24
Καὶ ἐξελθὼν Ἰησοῦςἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο*, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· δὲἀποκριθεὶςεἶπεν αὐτοῖς· Οὐ βλέπετεταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ§τί τὸ σημεῖον τῆς σῆς παρουσίαςκαὶ συντελείας τοῦ αἰῶνος. καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι χριστός, καὶ πολλοὺς πλανήσουσιν. μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖγὰρ*γενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονταιλιμοὶκαὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἀγάπη τῶν πολλῶν. 13  δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸςἐν τόπῳ ἁγίῳ, ἀναγινώσκων νοείτω, 16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσανἐπὶ§τὰ ὄρη, 17  ἐπὶ τοῦ δώματος μὴκαταβάτω*ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18 καὶ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραιτὸ ἱμάτιον αὐτοῦ. 19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται. 22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε χριστός, · Ὧδε, μὴ πιστεύσητε· 24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστεπλανῆσαιεἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 25 ἰδοὺ προείρηκα ὑμῖν. 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27 ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτωςἔσται§ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28 ὅπου*ἐὰν τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ἥλιος σκοτισθήσεται, καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐντῷοὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰσάλπιγγοςμεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν§τεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕωςτῶν ἄκρων αὐτῶν.
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητεπάντα ταῦτα*, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34 ἀμὴν λέγω ὑμῖνὅτιοὐ μὴ παρέλθῃ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. 35  οὐρανὸς καὶ γῆπαρελεύσεται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶνοὐδὲ υἱός§, εἰ μὴ πατὴρ*μόνος. 37 ὥσπεργὰραἱ ἡμέραι τοῦ Νῶε, οὕτωςἔσται παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 38 ὡς§γὰρ ἦσαν ἐν ταῖςἡμέραις*ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀γαμίζοντες ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39 καὶοὐκ ἔγνωσαν ἕως ἦλθεν κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσταικαὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40 τότεδύο ἔσονται§ ἐν τῷ ἀγρῷ, ⸀εἷς*παραλαμβάνεται καὶεἷςἀφίεται· 41 δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳ μία παραλαμβάνεται καὶ μία ἀφίεται. 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳἡμέρᾳ§ κύριος ὑμῶν ἔρχεται. 43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ φυλακῇ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι οὐ δοκεῖτε ὥρᾳ* υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 Τίς ἄρα ἐστὶν πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν κύριοςἐπὶ τῆς ⸀οἰκετείαςαὐτοῦ τοῦδοῦναι§αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46 μακάριος δοῦλος ἐκεῖνος ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσειοὕτως ποιοῦντα*· 47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48 ἐὰν δὲ εἴπῃ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζειμου κύριος, 49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλουςαὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃμετὰ τῶν μεθυόντων, 50 ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει, 51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
* 24:1 ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο WH Treg NA28 ] ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ RP 24:2 ἀποκριθεὶς WH Treg NA28 ] Ἰησοῦς RP 24:2 ταῦτα πάντα WH Treg NA28 ] πάντα ταῦτα RP § 24:3 καὶ WH Treg NA28 ] + τῆς RP * 24:6 γὰρ WH Treg NA28 ] + πάντα RP 24:7 λιμοὶ WH Treg NA28 ] + καὶ λοιμοὶ RP 24:15 ἑστὸς WH Treg NA28 ] ἑστὼς RP § 24:16 ἐπὶ RP ] εἰς WH Treg NA28 * 24:17 καταβάτω WH Treg NA28 ] καταβαινέτω RP 24:18 τὸ ἱμάτιον WH Treg NA28 ] τὰ ἱμάτια RP 24:24 πλανῆσαι NA28 RP ] πλανᾶσθαι WH Treg § 24:27 ἔσται WH Treg NA28 ] + καὶ RP * 24:28 ὅπου WH Treg NA28 ] + γὰρ RP 24:30 τῷ RP ] – WH Treg NA28 24:31 σάλπιγγος WH NA28 ] + φωνῆς Treg RP § 24:31 τῶν WH Treg NA28 ] – RP * 24:33 πάντα ταῦτα WH NA28 ] ταῦτα πάντα Treg RP 24:34 ὅτι WH Treg NA28 ] – RP 24:35 παρελεύσεται WH Treg NA28 ] παρελεύσονται RP § 24:36 οὐδὲ ὁ υἱός WH NA28 ] – Treg RP * 24:36 πατὴρ WH Treg NA28 ] + μου RP 24:37 γὰρ WH Treg NA28 ] δὲ RP 24:37 ἔσται WH Treg NA28 ] + καὶ RP § 24:38 ὡς WH Treg NA28 ] Ὥσπερ RP * 24:38 ἡμέραις NIV RP ] + ἐκείναις WH Treg NA28 24:38 γαμίζοντες WH NA28 ] ἐκγαμίζοντες Treg RP 24:39 καὶ RP NA28 ] – WH Treg NIV § 24:40 δύο ἔσονται Treg NA28 RP ] ἔσονται δύο WH * 24:40 ⸀εἷς WH Treg NA28 ] ὁ εἷς RP 24:40 ⸁εἷς WH Treg NA28 ] ὁ εἷς RP 24:41 μύλῳ WH Treg NA28 ] μύλωνι RP § 24:42 ἡμέρᾳ WH Treg NA28 ] ὥρᾳ RP * 24:44 οὐ δοκεῖτε ὥρᾳ WH Treg NA28 ] ὥρᾳ οὐ δοκεῖτε RP 24:45 κύριος WH Treg NA28 ] + αὐτοῦ RP 24:45 οἰκετείας WH Treg NA28 ] θεραπείας RP § 24:45 δοῦναι WH Treg NA28 ] διδόναι RP * 24:46 οὕτως ποιοῦντα WH Treg NA28 ] ποιοῦντα οὕτως RP 24:48 μου ὁ κύριος WH Treg NA28 ] ὁ κύριός μου ἐλθεῖν RP 24:49 αὐτοῦ ἐσθίῃ δὲ καὶ πίνῃ WH Treg NA28 ] ἐσθίειν δὲ καὶ πίνειν RP