16
Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ⸂Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ οὐρανός·* καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων οὐρανός. ⸀τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.⸃ Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖονἸωνᾶ καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. Καὶ ἐλθόντες οἱμαθηταὶ§εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ Ἰησοῦςεἶπεν* Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκἐλάβετε οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶἄρτωνεἶπον ὑμῖν; ⸂προσέχετε δὲ§ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12 τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμηςτῶν ἄρτων* ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 13 Ἐλθὼν δὲ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· ⸀Τίναλέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ χριστὸς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλʼ πατήρ μου ἐν τοῖς οὐρανοῖς· 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· 19 δώσω§σοι τὰςκλεῖδας*τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἐὰνδήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ἐὰνλύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 τότεδιεστείλατο§τοῖςμαθηταῖς*ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτόςἐστιν χριστός. 21 Ἀπὸ τότε ἤρξατο Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸνεἰς Ἱεροσόλυμα ἀπελθεῖν§ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23  δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλονεἶ ἐμοῦ*, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24 Τότε Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρἐὰνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26 τί γὰρ ⸀ὠφεληθήσεταιἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 μέλλει γὰρ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 ἀμὴν λέγω ὑμῖνὅτι§εἰσίν τινεςτῶν ὧδε ἑστώτων* οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
* 16:2 16:2–3 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NA28 RP ] ⟦WH⟧ 16:2 τὸ Treg NA28 ⟦WH⟧ ] Ὑποκριταί τὸ RP 16:4 Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP § 16:5 μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP * 16:8 εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP 16:8 ἐλάβετε Treg RP ] ἔχετε WH NA28 16:11 ἄρτων WH Treg NA28 ] ἄρτου RP § 16:11 προσέχετε δὲ WH Treg NA28 ] προσέχειν RP * 16:12 τῶν ἄρτων WH Treg NA28 ] τοῦ ἄρτου RP 16:13 Τίνα WH Treg NA28 ] + με RP 16:17 ἀποκριθεὶς δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς RP § 16:19 δώσω WH NA28 ] καὶ δώσω Treg RP * 16:19 κλεῖδας WH Treg NA28 ] κλεῖς RP 16:19 ⸀ἐὰν WH NA28 RP ] ἂν Treg 16:19 ⸁ἐὰν WH NA28 RP ] ἂν Treg § 16:20 διεστείλατο Treg RP NA28 ] ἐπετίμησεν WH NIV * 16:20 μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP 16:20 ἐστιν WH Treg NA28 ] + Ἰησοῦς RP 16:21 ὁ Ἰησοῦς Treg NA28 RP ] Ἰησοῦς Χριστὸς WH § 16:21 εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NA28 ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP * 16:23 εἶ ἐμοῦ WH Treg NA28 ] μου εἶ RP 16:25 ἐὰν WH Treg NA28 ] ἂν RP 16:26 ὠφεληθήσεται WH Treg NA28 ] ὠφελεῖται RP § 16:28 ὅτι WH NA28 ] – Treg RP * 16:28 τῶν ὧδε ἑστώτων WH Treg NA28 ] ὧδε ἑστῶτες RP