5
Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν* καὶἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίουεὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶοὐδὲ ἁλύσει οὐκέτι§ οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶςἴσχυεν αὐτὸν* δαμάσαι· καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖςμνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεναὐτόν§ καὶ κράξας φωνῇ μεγάλῃλέγει* Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν· Τίὄνομά σοι; καὶλέγει αὐτῷ· ⸀Λεγιὼν§ὄνομά μοι, ὅτι πολλοί ἐσμεν· 10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴαὐτὰ*ἀποστείλῃ ἔξω τῆς χώρας. 11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαναὐτὸνλέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 καὶ ἐπέτρεψεναὐτοῖς καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ⸀ὡς§δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 Καὶ οἱ* βόσκοντεςαὐτοὺςἔφυγον καὶἀπήγγειλανεἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶἦλθον§ἰδεῖν τί ἐστιν τὸ γεγονός. 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενονκαθήμενον*ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν ⸀λεγιῶνα καὶ ἐφοβήθησαν. 16 καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 καὶ ⸀ἐμβαίνοντος§αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν δαιμονισθεὶς ἵναμετʼ αὐτοῦ *. 19 καὶοὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ⸀ἀπάγγειλοναὐτοῖς ὅσα κύριός σοι§ πεποίηκεν καὶ ἠλέησέν σε. 20 καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 καὶ*ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 23 καὶπαρακαλεῖαὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇςτὰς χεῖρας αὐτῇἵνα§σωθῇ καὶζήσῃ* 24 καὶ ἀπῆλθεν μετʼ αὐτοῦ.
Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 καὶγυνὴοὖσα ἐν ῥύσει αἵματοςδώδεκα ἔτη 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρʼ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα§περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ὅτιἘὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ* σωθήσομαι. 29 καὶεὐθὺςἐξηράνθη πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶεὐθὺς Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33  δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα γέγονεναὐτῇ§ ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34  δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ* πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36  δὲ Ἰησοῦς ⸀παρακούσαςτὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν οὐδέναμετʼ αὐτοῦ συνακολουθῆσαι εἰ μὴτὸν§Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 καὶἔρχονται*εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶθεωρεῖ θόρυβονκαὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40 καὶ κατεγέλων αὐτοῦ. ⸀αὐτὸςδὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸπαιδίον§ 41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα ⸀κουμ* ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ⸀ἔγειρε 42 καὶεὐθὺςἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησανεὐθὺς§ἐκστάσει μεγάλῃ. 43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
* 5:1 Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP 5:2 ἐξελθόντος αὐτοῦ WH Treg NA28 ] ἐξελθόντι αὐτῷ RP 5:2 εὐθὺς ὑπήντησεν WH Treg NA28 ] εὐθέως ἀπήντησεν RP § 5:3 οὐδὲ ἁλύσει οὐκέτι WH Treg NA28 ] οὔτε ἁλύσεσιν RP * 5:4 ἴσχυεν αὐτὸν WH Treg NA28 ] αὐτὸν ἴσχυεν RP 5:5 μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NA28 ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP 5:6 καὶ ἰδὼν WH Treg NA28 ] Ἰδὼν δὲ RP § 5:6 αὐτόν WH ] αὐτῷ Treg NA28 RP * 5:7 λέγει WH Treg NA28 ] εἶπεν RP 5:9 ὄνομά σοι WH Treg NA28 ] σοι ὄνομα RP 5:9 λέγει αὐτῷ WH Treg NA28 ] ἀπεκρίθη λέγων RP § 5:9 Λεγιὼν WH Treg NA28 ] Λεγεὼν RP * 5:10 αὐτὰ WH Treg NA28 ] αὐτοὺς RP 5:12 αὐτὸν WH Treg NA28 ] + πάντες οἱ δαίμονες RP 5:13 αὐτοῖς WH Treg NA28 ] + εὐθέως ὁ Ἰησοῦς RP § 5:13 ὡς WH Treg NA28 ] ἦσαν δὲ ὡς RP * 5:14 Καὶ οἱ WH Treg NA28 ] Οἱ δὲ RP 5:14 αὐτοὺς WH Treg NA28 ] τοὺς χοίρους RP 5:14 ἀπήγγειλαν WH Treg NA28 ] ἀνήγγειλαν RP § 5:14 ἦλθον WH Treg NA28 ] ἐξῆλθον RP * 5:15 καθήμενον WH Treg NA28 ] + καὶ RP 5:15 λεγιῶνα WH Treg NA28 ] Λεγεῶνα RP 5:16 καὶ διηγήσαντο WH Treg NA28 ] Διηγήσαντο δὲ RP § 5:18 ἐμβαίνοντος WH Treg NA28 ] ἐμβάντος RP * 5:18 μετʼ αὐτοῦ ᾖ WH Treg NA28 ] ᾖ μετʼ αὐτοῦ RP 5:19 καὶ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP 5:19 ἀπάγγειλον WH Treg NA28 ] ἀνάγγειλον RP § 5:19 ὁ κύριός σοι WH Treg NA28 ] σοι ὁ κύριος RP * 5:22 καὶ WH Treg NA28 ] + ἰδού RP 5:23 παρακαλεῖ WH Treg NA28 ] παρεκάλει RP 5:23 τὰς χεῖρας αὐτῇ WH Treg NA28 ] αὐτῇ τὰς χεῖρας RP § 5:23 ἵνα WH Treg NA28 ] ὅπως RP * 5:23 ζήσῃ WH Treg NA28 ] ζήσεται RP 5:25 γυνὴ WH Treg NA28 ] + τις RP 5:25 δώδεκα ἔτη WH NA28 ] ἔτη δώδεκα Treg RP § 5:27 ἀκούσασα Treg NA28 RP ] + τὰ WH * 5:28 Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NA28 ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP 5:29 εὐθὺς WH Treg NA28 ] εὐθέως RP 5:30 εὐθὺς WH Treg NA28 ] εὐθέως RP § 5:33 αὐτῇ WH Treg NA28 ] ἐπʼ αὐτῇ RP * 5:34 Θυγάτηρ WH Treg NA28 ] θύγατερ RP 5:36 παρακούσας WH Treg NA28 ] εὐθέως ἀκούσας RP 5:37 μετʼ αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP § 5:37 τὸν WH Treg NA28 ] – RP * 5:38 ἔρχονται WH Treg NA28 ] ἔρχεται RP 5:38 καὶ WH Treg NA28 ] – RP 5:40 αὐτὸς WH Treg NA28 ] Ὁ RP § 5:40 παιδίον WH Treg NA28 ] + ἀνακείμενον RP * 5:41 κουμ WH Treg NA28 ] κοῦμι RP 5:41 ἔγειρε WH Treg NA28 ] ἔγειραι RP 5:42 ⸀εὐθὺς WH Treg NA28 ] εὐθέως RP § 5:42 ⸁εὐθὺς WH Treg NA28 ] – RP