7
Ἐπειδὴ*ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ⸀παρέξῃτοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψενφίλους ἑκατοντάρχης λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρἱκανός εἰμι§ ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ⸀ἰαθήτω* παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, ⸀οὐδὲἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντεςεἰς τὸν οἶκον οἱ πεμφθέντες εὗροντὸν§δοῦλον ὑγιαίνοντα. 11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆςἐπορεύθη*εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶαὐτοῦκαὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼςμονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴἦν§χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸςἦν*σὺν αὐτῇ. 13 καὶ ἰδὼν αὐτὴν κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16 ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγαςἠγέρθηἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶἐξῆλθεν λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦκαὶ πάσῃ τῇ περιχώρῳ. 18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ Ἰωάννης 19 ἔπεμψεν πρὸς τὸνκύριον§λέγων· Σὺ εἶ ἐρχόμενος ἄλλον*προσδοκῶμεν; 20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης βαπτιστὴςἀπέστειλενἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ἐρχόμενος ἄλλον προσδοκῶμεν; 21 ἐνἐκείνῃτῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖςἐχαρίσατο§βλέπειν. 22 καὶἀποκριθεὶς*εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ εἴδετε καὶ ἠκούσατε· ⸀τυφλοὶἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸀κωφοὶἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. 24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγεινπρὸς τοὺς ὄχλους§ περὶ Ἰωάννου· Τί ⸀ἐξήλθατε*εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25 ἀλλὰ τί ⸀ἐξήλθατεἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26 ἀλλὰ τί ⸀ἐξήλθατεἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· ⸀Ἰδοὺ§ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 λέγω*ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶνἸωάννουοὐδείς ἐστιν· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29 (καὶ πᾶς λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.) 31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ⸂ λέγει· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ⸀ἐθρηνήσαμεν§καὶ οὐκ ἐκλαύσατε· 33 ἐλήλυθεν γὰρ Ἰωάννης βαπτιστὴςμὴ*ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35 καὶ ἐδικαιώθη σοφία ἀπὸπάντων τῶν τέκνων αὐτῆς. 36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰςτὸν οἶκον§ τοῦ Φαρισαίου ⸀κατεκλίθη* 37 καὶ ἰδοὺ γυνὴἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, ⸀καὶἐπιγνοῦσα ὅτι ⸀κατάκειται§ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσαὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ* κλαίουσα, ⸂τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. 39 ἰδὼν δὲ Φαρισαῖος καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰἦνπροφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. δέ· ⸂Διδάσκαλε, εἰπέ, φησίν⸃.§ 41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· εἷς ὤφειλεν δηνάρια πεντακόσια, δὲ ἕτερος πεντήκοντα. 42 μὴἐχόντων*αὐτῶνἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖναὐτῶν πλεῖονἀγαπήσει αὐτόν; 43 ἀποκριθεὶς§Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο. δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρμοι*ἐπὶπόδαςοὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖςθριξὶναὐτῆς ἐξέμαξεν. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεντοὺς πόδας μου§. 47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
* 7:1 Ἐπειδὴ WH Treg NA28 ] Ἐπει δὲ RP 7:4 παρέξῃ WH Treg NA28 ] παρέξει RP 7:6 φίλους ὁ ἑκατοντάρχης WH NA28 ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP § 7:6 ἱκανός εἰμι WH Treg NA28 ] εἰμι ἱκανός RP * 7:7 ἰαθήτω WH Treg NA28 ] ἰαθήσεται RP 7:9 οὐδὲ WH Treg NA28 ] οὔτε RP 7:10 εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NA28 ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP § 7:10 τὸν WH Treg NA28 ] + ἀσθενοῦντα RP * 7:11 ἐπορεύθη WH NA28 ] ἐπορεύετο Treg RP 7:11 αὐτοῦ WH Treg NA28 ] + ἱκανοί RP 7:12 μονογενὴς υἱὸς WH Treg NA28 ] υἱὸς μονογενὴς RP § 7:12 ⸀ἦν WH Treg NA28 ] – RP * 7:12 ⸁ἦν WH Treg NA28 ] – RP 7:16 ἠγέρθη WH Treg NA28 ] ἐγήγερται RP 7:17 καὶ WH NA28 ] + ἐν Treg RP § 7:19 κύριον WH Treg NA28 ] Ἰησοῦν RP * 7:19 ἄλλον NA28 RP ] ἕτερον WH Treg 7:20 ἀπέστειλεν WH NA28 ] ἀπέσταλκεν Treg RP 7:21 ἐκείνῃ WH Treg NA28 ] αὐτῇ δὲ RP § 7:21 ἐχαρίσατο WH Treg NA28 ] + τὸ RP * 7:22 ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP 7:22 τυφλοὶ WH NA28 ] ὅτι τυφλοὶ Treg RP 7:22 κωφοὶ Treg RP ] καὶ κωφοὶ WH NA28 § 7:24 πρὸς τοὺς ὄχλους WH Treg NA28 ] τοῖς ὄχλοις RP * 7:24 ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP 7:25 ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP 7:26 ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP § 7:27 Ἰδοὺ WH Treg NA28 ] + ἐγώ RP * 7:28 λέγω WH Treg NA28 ] + γὰρ RP 7:28 Ἰωάννου WH NA28 ] προφήτης Ἰωάννου Treg; προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ RP 7:32 ἃ λέγει WH NA28 ] λέγοντες Treg; καὶ λέγουσιν RP § 7:32 ἐθρηνήσαμεν WH Treg NA28 ] + ὑμῖν RP * 7:33 μὴ WH NA28 ] μήτε Treg RP 7:33 ἐσθίων ἄρτον μήτε πίνων οἶνον WH Treg NA28 ] ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων RP 7:35 πάντων τῶν τέκνων αὐτῆς WH Treg NA28 ] τῶν τέκνων αὐτῆς πάντων RP § 7:36 τὸν οἶκον WH Treg NA28 ] τὴν οἶκὶαν RP * 7:36 κατεκλίθη WH Treg NA28 ] ἀνεκλίθη RP 7:37 ἥτις ἦν ἐν τῇ πόλει WH Treg NA28 ] ἐν τῇ πόλει ἥτις ἦν RP 7:37 καὶ WH Treg NA28 ] – RP § 7:37 κατάκειται WH Treg NA28 ] ἀνάκειται RP * 7:38 ὀπίσω παρὰ … αὐτοῦ WH Treg NA28 ] παρὰ … αὐτοῦ ὀπίσω RP 7:38 τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ WH Treg NA28 ] ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν RP 7:39 ἦν Treg NA28 RP ] + ὁ WH § 7:40 Διδάσκαλε εἰπέ φησίν WH Treg NA28 ] φησίν Διδάσκαλε εἰπέ RP * 7:42 ἐχόντων WH Treg NA28 ] + δὲ RP 7:42 αὐτῶν WH Treg NA28 ] + εἶπέ RP 7:42 ἀγαπήσει αὐτόν WH Treg NA28 ] αὐτὸν ἀγαπήσει RP § 7:43 ἀποκριθεὶς WH NA28 ] + ὁ Treg; + δὲ ὁ RP * 7:44 μοι WH Treg NA28 ] – RP 7:44 πόδας WH Treg NA28 ] τοὺς πόδας μου RP 7:44 θριξὶν WH Treg NA28 ] + τὴς κεφαλῆς RP § 7:46 τοὺς πόδας μου WH Treg NA28 ] μου τοὺς πόδας RP