2
Καὶ τῇἡμέρᾳ τῇ τρίτῃ* γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. καὶ ὑστερήσαντος οἴνου λέγει μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. καὶλέγει αὐτῇ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ὥρα μου. λέγει μήτηρ αὐτοῦ τοῖς διακόνοις· ⸂ τι ἂν λέγῃ ὑμῖν ποιήσατε. ἦσαν δὲ ἐκεῖλίθιναι ὑδρίαι§ ἓξκατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι*, χωροῦσαι ἀνὰ μετρητὰς δύο τρεῖς. λέγει αὐτοῖς Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· ⸂οἱ δὲ ἤνεγκαν. ὡς δὲ ἐγεύσατο ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅτανμεθυσθῶσιντὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 ταύτηνἐποίησεν§ἀρχὴν τῶν σημείων Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ μήτηρ αὐτοῦ καὶ οἱἀδελφοὶ*καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα Ἰησοῦς. 14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεντὰ κέρματα καὶ τὰς τραπέζαςἀνέστρεψεν 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17 ἐμνήσθησαν§οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. 18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳὃν*εἶπεν Ἰησοῦς.
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἐποίει· 24 αὐτὸςδὲἸησοῦς οὐκ ἐπίστευεναὑτὸναὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
* 2:1 ἡμέρᾳ τῇ τρίτῃ WH NA28 RP ] τρίτῃ ἡμέρᾳ Treg 2:4 καὶ WH Treg NA28 ] – RP 2:5 Ὅ τι Treg NA28 RP ] Ὅτι WH § 2:6 λίθιναι ὑδρίαι WH Treg NA28 ] ὑδρίαι λίθιναι RP * 2:6 κατὰ … Ἰουδαίων κείμεναι WH Treg NA28 ] κείμεναι κατὰ … Ἰουδαίων RP 2:8 οἱ δὲ WH Treg NA28 ] Καὶ RP 2:10 μεθυσθῶσιν WH NA28 ] + τότε Treg RP § 2:11 ἐποίησεν WH Treg NA28 ] + τὴν RP * 2:12 ἀδελφοὶ WH Treg ] + αὐτοῦ NA28 RP 2:15 τὰ κέρματα WH Treg ] τὸ κέρμα NA28 RP 2:15 ἀνέστρεψεν Treg RP ] ἀνέτρεψεν WH NA28 § 2:17 ἐμνήσθησαν WH Treg NA28 ] + δὲ RP * 2:22 ὃν WH Treg NA28 ] ᾧ RP 2:24 δὲ WH Treg NA28 ] + ὁ RP 2:24 αὑτὸν WH ] αὐτὸν Treg NA28; ἑαυτὸν RP