18
Ταῦταεἰπὼν*Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦπέραν τοῦ χειμάρρουτοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. ᾔδει δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκιςσυνήχθηἸησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν§ἀρχιερέων καὶἐκ τῶνΦαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦςοὖν*εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸνἐξῆλθεν, καὶ λέγειαὐτοῖς· Τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγειαὐτοῖς Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν μετʼ αὐτῶν. ὡς οὖν εἶπεναὐτοῖς§ Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. πάλιν οὖνἐπηρώτησεν αὐτούς*· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον. ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ⸀ὠτάριοντὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 εἶπεν οὖν Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴνμάχαιρανεἰς τὴν θήκην· τὸ ποτήριον δέδωκέν μοι πατὴρ οὐ μὴ πίω αὐτό; 12  οὖν σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν 13 καὶἤγαγον§πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· 14 ἦν δὲ Καϊάφας συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπονἀποθανεῖν*ὑπὲρ τοῦ λαοῦ. 15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτροςκαὶἄλλος μαθητής. δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, 16 δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν μαθητὴς ἄλλος γνωστὸςτοῦ ἀρχιερέως§ καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 λέγει οὖντῷ Πέτρῳ παιδίσκη θυρωρός*· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί. 18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲκαὶ Πέτρος μετʼ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος. 19  οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 ἀπεκρίθηαὐτῷἸησοῦς· Ἐγὼ παρρησίᾳλελάληκα§τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπουπάντες*οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· 21 τί με ⸂ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν εἶπον ἐγώ. 22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷςπαρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 ἀπεκρίθηαὐτῷ§Ἰησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24 ἀπέστειλενοὖν*αὐτὸν Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα. 25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ⸀ἠρνήσατοἐκεῖνος καὶ εἶπεν· Οὐκ εἰμί. 26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ; 27 πάλιν οὖνἠρνήσατοΠέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσινἀλλὰ§φάγωσιν τὸ πάσχα. 29 ἐξῆλθεν οὖν Πιλᾶτοςἔξω*πρὸς αὐτοὺς καὶφησίν Τίνα κατηγορίαν φέρετεκατὰτοῦ ἀνθρώπου τούτου; 30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτοςκακὸν ποιῶν§, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 εἶπεν οὖν αὐτοῖς*Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. ⸀εἶποναὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. 33 Εἰσῆλθεν οὖνπάλιν εἰς τὸ πραιτώριον Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; 34 ἀπεκρίθη§Ἰησοῦς· ⸂Ἀπὸ σεαυτοῦ* σὺ τοῦτο λέγεις ἄλλοιεἶπόν σοι περὶ ἐμοῦ; 35 ἀπεκρίθη Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 ἀπεκρίθη Ἰησοῦς· βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή, οἱ ὑπηρέταιοἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 εἶπεν οὖν αὐτῷ §Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύςεἰμι* ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 λέγει αὐτῷ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίανεὑρίσκω ἐν αὐτῷ αἰτίαν· 39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕναἀπολύσω ὑμῖνἐν τῷ πάσχα· βούλεσθε οὖνἀπολύσω ὑμῖν§τὸν βασιλέα τῶν Ἰουδαίων; 40 ἐκραύγασαν οὖνπάλιν*λέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ Βαραββᾶς λῃστής.
* 18:1 εἰπὼν WH Treg NA28 ] + ὁ RP 18:1 τοῦ Treg NA28 ] τῶν WH RP 18:2 συνήχθη WH Treg NA28 ] + ὁ RP § 18:3 ἐκ τῶν WH Treg NA28 ] – RP * 18:4 οὖν WH NA28 RP ] δὲ Treg 18:4 ἐξῆλθεν καὶ λέγει WH Treg NA28 ] ἐξελθὼν εἶπεν RP 18:5 αὐτοῖς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP § 18:6 αὐτοῖς WH Treg NA28 ] + ὅτι RP * 18:7 ἐπηρώτησεν αὐτούς WH Treg NA28 ] αὐτούς ἐπηρώτησεν RP 18:10 ὠτάριον WH Treg NA28 ] ὠτίον RP 18:11 μάχαιραν WH Treg NA28 ] + σου RP § 18:13 ἤγαγον WH Treg NA28 ] ἀπήγαγον αὐτὸν RP * 18:14 ἀποθανεῖν WH Treg NA28 ] ἀπολέσθαι RP 18:15 καὶ WH NA28 ] + ὁ Treg RP 18:16 ὁ WH Treg NA28 ] ὅς ἦν RP § 18:16 τοῦ ἀρχιερέως WH Treg NA28 ] τῷ ἀρχιερεῖ RP * 18:17 τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός WH Treg NA28 ] ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ RP 18:18 καὶ ὁ Πέτρος μετʼ αὐτῶν WH Treg NA28 ] μετʼ αὐτῶν ὁ Πέτρος RP 18:20 αὐτῷ WH Treg NA28 ] + ὁ RP § 18:20 λελάληκα WH Treg NA28 ] ἐλάλησα RP * 18:20 πάντες WH Treg NA28 ] πάντοτε RP 18:21 ἐρωτᾷς; ἐρώτησον WH Treg NA28 ] ἐπερωτᾷς; Ἐπερώτησον RP 18:22 παρεστηκὼς τῶν ὑπηρετῶν WH Treg NA28 ] τῶν ὑπηρετῶν παρεστηκὼς RP § 18:23 αὐτῷ WH Treg NA28 ] + ὁ RP * 18:24 οὖν WH Treg NA28 ] – RP 18:25 ἠρνήσατο WH Treg NA28 ] + οὖν RP 18:27 ἠρνήσατο WH Treg NA28 ] + ὁ RP § 18:28 ἀλλὰ WH Treg NA28 ] ἀλλʼ ἵνα RP * 18:29 ἔξω WH Treg NA28 ] – RP 18:29 φησίν WH Treg NA28 ] εἶπεν RP 18:29 κατὰ Treg NA28 RP ] – WH § 18:30 κακὸν ποιῶν WH Treg NA28 ] κακοποιός RP * 18:31 ὁ Treg NA28 RP ] – WH 18:31 εἶπον WH Treg NA28 ] + οὖν RP 18:33 πάλιν εἰς τὸ πραιτώριον WH Treg NA28 ] εἰς τὸ πραιτώριον πάλιν RP § 18:34 ἀπεκρίθη WH Treg NA28 ] + αὐτῷ ὁ RP * 18:34 Ἀπὸ σεαυτοῦ WH Treg NA28 ] Ἀφʼ ἑαυτοῦ RP 18:34 εἶπόν σοι WH Treg NA28 ] σοι εἶπόν RP 18:36 οἱ ἐμοὶ ἠγωνίζοντο ἄν WH Treg NA28 ] ἄν οἱ ἐμοὶ ἠγωνίζοντο RP § 18:37 ὁ WH Treg NA28 ] – RP * 18:37 εἰμι WH Treg NA28 ] + ἐγώ RP 18:38 εὑρίσκω ἐν αὐτῷ αἰτίαν WH Treg NA28 ] αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP 18:39 ⸂ἀπολύσω ὑμῖν⸃ WH Treg NA28 ] ὑμῖν ἀπολύσω RP § 18:39 ⸄ἀπολύσω ὑμῖν⸅ WH Treg NA28 ] ὑμῖν ἀπολύσω RP * 18:40 πάλιν WH NA28 ] + πάντες Treg RP