2
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸςμηδὲ*θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡμέρα τοῦκυρίου μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ἄνθρωπος τῆςἀνομίας υἱὸς τῆς ἀπωλείας, ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦθεοῦ§καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός. οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷἑαυτοῦ*καιρῷ· τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. καὶ τότε ἀποκαλυφθήσεται ἄνομος, ὃν κύριοςἸησοῦς⸀ἀνελεῖτῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους 10 καὶ ἐν πάσῃ ἀπάτῃἀδικίας§τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· 11 καὶ διὰ τοῦτο ⸀πέμπει*αὐτοῖς θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12 ἵνα κριθῶσινπάντεςοἱ μὴ πιστεύσαντες τῇἀληθείᾳ ἀλλὰ εὐδοκήσαντεςτῇ ἀδικίᾳ.
13 Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς θεὸςἀπαρχὴν§εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας, 14 εἰς*ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 15 ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν.
16 Αὐτὸς δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶθεὸςπατὴρ ἡμῶν, ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶστηρίξαι§ἐν παντὶἔργῳ καὶ λόγῳ* ἀγαθῷ.
* 2:2 μηδὲ WH Treg NA28 ] μήτε RP 2:2 κυρίου WH Treg NA28 ] Χριστοῦ RP 2:3 ἀνομίας WH Treg NA28 ] ἁμαρτίας RP § 2:4 θεοῦ WH Treg NA28 ] + ὡς θεὸν RP * 2:6 ἑαυτοῦ NA28 RP ] αὐτοῦ WH Treg 2:8 Ἰησοῦς WH Treg NA28 ] – RP 2:8 ἀνελεῖ WH Treg NA28 ] ἀναλώσει RP § 2:10 ἀδικίας WH Treg NA28 ] τῆς ἀδικίας ἐν RP * 2:11 πέμπει WH Treg NA28 ] πέμψει RP 2:12 πάντες WH Treg NA28 ] ἅπαντες RP 2:12 τῇ WH Treg NA28 ] ἐν τῇ RP § 2:13 ἀπαρχὴν NA28 ] ἀπʼ ἀρχῆς WH Treg NIV RP * 2:14 ὃ WH Treg RP ] + καὶ NA28 2:16 θεὸς Treg ] ὁ θεὸς WH NA28 RP 2:16 ὁ WH Treg NA28 ] καὶ RP § 2:17 στηρίξαι WH Treg NA28 ] + ὑμᾶς RP * 2:17 ἔργῳ καὶ λόγῳ WH Treg NA28 ] λόγῳ καὶ ἔργῳ RP