3
Τούτου χάριν ἐγὼ Παῦλος δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς· κατὰ*ἀποκάλυψινἐγνωρίσθημοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίαςἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, οὗ ⸀ἐγενήθην§διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦτῆς δοθείσης* μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη χάρις αὕτη— ⸀τοῖςἔθνεσιν εὐαγγελίσασθαιτὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ, καὶ φωτίσαιπάντας§τίς οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντακτίσαντι* 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας πολυποίκιλος σοφία τοῦ θεοῦ, 11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐντῷΧριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, 12 ἐν ἔχομεν τὴν παρρησίανκαὶπροσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13 διὸ αἰτοῦμαι μὴ ⸀ἐγκακεῖν§ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸνπατέρα* 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16 ἵναδῷὑμῖν κατὰτὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, 18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶὕψος καὶ βάθος§, 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21 αὐτῷ δόξα ἐν τῇ ἐκκλησίᾳκαὶ*ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
* 3:3 κατὰ Holmes WHmarg  ] ὅτι κατὰ WH Treg NA28 RP 3:3 ἐγνωρίσθη WH Treg NA28 ] ἐγνώρισέν RP 3:6 ἐν Χριστῷ Ἰησοῦ WH Treg NA28 ] αὐτοῦ ἐν τῷ Χριστῷ RP § 3:7 ἐγενήθην WH Treg NA28 ] ἐγενόμην RP * 3:7 τῆς δοθείσης WH Treg NA28 ] τὴν δοθεῖσάν RP 3:8 τοῖς WH Treg NA28 ] ἐν τοῖς RP 3:8 τὸ ἀνεξιχνίαστον πλοῦτος WH Treg NA28 ] τὸν ἀνεξιχνίαστον πλοῦτον RP § 3:9 πάντας Treg NA28 RP ] – WH * 3:9 κτίσαντι WH Treg NA28 ] + διὰ Ἰησοῦ Χριστοῦ RP 3:11 τῷ WH Treg NA28 ] – RP 3:12 καὶ WH Treg NA28 ] + τὴν RP § 3:13 ἐγκακεῖν WH Treg NA28 ] ἐκκακεῖν RP * 3:14 πατέρα WH Treg NA28 ] + τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ RP 3:16 δῷ WH Treg NA28 ] δῴη RP 3:16 τὸ πλοῦτος WH Treg NA28 ] τὸν πλοῦτον RP § 3:18 ὕψος καὶ βάθος WH Treg NA28 ] βάθος καὶ ὕψος RP * 3:21 καὶ WH Treg NA28 ] – RP