13
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼννῦν* τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι, ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν, καὶγὰρἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰζήσομενσὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτιἸησοῦς Χριστὸς§ ἐνὑμῖν* εἰ μήτι ἀδόκιμοί ἐστε. ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. εὐχόμεθαδὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας. χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· ⸀τοῦτοκαὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν. 10 διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν κύριος ἔδωκέν μοι§, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν. 12 ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. 13  χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἀγάπη τοῦ θεοῦ καὶ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντωνὑμῶν* ‘p /’ ‘/book’
* 13:2 νῦν WH Treg NA28 ] + γράφω RP 13:4 γὰρ WH Treg NA28 ] + εἰ RP 13:4 ζήσομεν WH Treg NA28 ] ζησόμεθα RP § 13:5 Ἰησοῦς Χριστὸς WH RP NA28 ] Χριστὸς Ἰησοῦς Treg NIV * 13:5 ὑμῖν WH Treg NA28 ] + ἐστίν RP 13:7 εὐχόμεθα WH Treg NA28 ] Εὐχόμαι RP 13:9 τοῦτο WH Treg NA28 ] + δὲ RP § 13:10 ὁ κύριος ἔδωκέν μοι WH Treg NA28 ] ἔδωκέν μοι ὁ κύριος RP * 13:13 ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP