7
Περὶ δὲ ὧνἐγράψατε* καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ἀνὴρ τὴνὀφειλὴνἀποδιδότω, ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί. γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἀνήρ· ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα ⸀σχολάσητετῇ§προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸἦτε* ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατʼ ἐπιταγήν. θέλωδὲπάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιονἔχει χάρισμα ἐκ θεοῦ, ⸀§μὲν οὕτως, ⸁*δὲ οὕτως.
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸναὐτοῖςἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστινγαμῆσαι πυροῦσθαι.
10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι 11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος τῷ ἀνδρὶ καταλλαγήτωκαὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 Τοῖς δὲ λοιποῖςλέγω ἐγώ§, οὐχ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετʼ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· 13 καὶ γυνὴεἴ τις* ἔχει ἄνδρα ἄπιστον, καὶοὗτοςσυνευδοκεῖ οἰκεῖν μετʼ αὐτῆς, μὴ ἀφιέτωτὸν ἄνδρα. 14 ἡγίασται γὰρ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται γυνὴ ἄπιστος ἐν τῷἀδελφῷ§ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. 15 εἰ δὲ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ἀδελφὸς ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκενἡμᾶς* θεός. 16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 Εἰ μὴ ἑκάστῳ ὡςἐμέρισενκύριος ἕκαστον ὡς κέκληκεν θεός§ οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 18 περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳκέκληταί τις*; μὴ περιτεμνέσθω. 19  περιτομὴ οὐδέν ἐστιν, καὶ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 20 ἕκαστος ἐν τῇ κλήσει ἐκλήθη ἐν ταύτῃ μενέτω.
21 Δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλʼ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. 22  γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ⸀ὁμοίως ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. 23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 24 ἕκαστος ἐν ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. 26 νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 27 δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα· 28 ἐὰν δὲ καὶ ⸀γαμήσῃς οὐχ ἥμαρτες. καὶ ἐὰν γήμῃ παρθένος, οὐχ ἥμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. 29 τοῦτο δέ φημι, ἀδελφοί, καιρὸς συνεσταλμένοςἐστίν· τὸ λοιπὸνἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,§ 30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 31 καὶ οἱ χρώμενοιτὸν κόσμον* ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶςἀρέσῃτῷ κυρίῳ· 33  δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶςἀρέσῃτῇ γυναικί, 34 καὶ§μεμέρισται. καὶ γυνὴ ἄγαμος* καὶ παρθένοςμεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ἁγία καὶτῷσώματι καὶτῷ§πνεύματι· δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶςἀρέσῃ*τῷ ἀνδρί. 35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν ⸀σύμφορονλέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ ⸀εὐπάρεδροντῷ κυρίῳ ἀπερισπάστως.
36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. 37 ὃς δὲ ἕστηκενἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος§ μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇἰδίᾳ καρδίᾳ*, ⸀τηρεῖντὴν ἑαυτοῦ παρθένον, καλῶςποιήσει 38 ὥστε καὶ ⸀γαμίζων§τὴν παρθένον ἑαυτοῦ* καλῶς ποιεῖ, ⸂καὶ μὴ ⸁γαμίζωνκρεῖσσονποιήσει§
39 Γυνὴδέδεται*ἐφʼ ὅσον χρόνον ζῇ ἀνὴρ αὐτῆς· ἐὰνδὲκοιμηθῇ ἀνήρ, ἐλευθέρα ἐστὶν θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ· 40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶδὲκἀγὼ πνεῦμα θεοῦ ἔχειν.
* 7:1 ἐγράψατε WH NA28 ] + μοι Treg RP 7:3 ὀφειλὴν WH Treg NA28 ] ὀφειλομένην εὔνοιαν RP 7:5 σχολάσητε WH Treg NA28 ]  σχολάζητε RP § 7:5 τῇ WH Treg NA28 ]  + νηστείᾳ καὶ τῇ RP * 7:5 ἦτε WH Treg NA28 ] συνέρχησθε RP 7:7 δὲ WH Treg NA28 ] γὰρ RP 7:7 ἔχει χάρισμα WH Treg NA28 ] χάρισμα ἔχει RP § 7:7 ⸀ὁ WH Treg NA28 ] ὃς RP * 7:7 ⸁ὁ WH Treg NA28 ] ὃς RP 7:8 αὐτοῖς WH Treg NA28 ] + ἐστιν RP 7:9 γαμῆσαι Treg NA28 RP ] γαμεῖν WH § 7:12 λέγω ἐγώ WH Treg NA28 ] ἐγώ λέγω RP * 7:13 εἴ τις NA28 ] ἥτις WH Treg RP 7:13 οὗτος WH Treg NA28 ] αὑτὸς RP 7:13 τὸν ἄνδρα WH Treg NA28 ] αὐτόν RP § 7:14 ἀδελφῷ WH Treg NA28 ] ἀνδρί RP * 7:15 ἡμᾶς Treg NIV RP ] ὑμᾶς WH NA28 7:17 ἐμέρισεν NA28 RP ] μεμέρικεν WH Treg 7:17 κύριος WH Treg NA28 ] θεός RP § 7:17 θεός WH Treg NA28 ] κύριος RP * 7:18 κέκληταί τις WH Treg NA28 ] τις ἐκλήθη RP 7:22 ὁμοίως WH Treg NA28 ] + καὶ RP 7:28 γαμήσῃς WH Treg NA28 ] γήμῃς RP § 7:29 ἐστίν τὸ λοιπὸν WH Treg NA28 ] τὸ λοιπὸν ἐστίν RP * 7:31 τὸν κόσμον WH Treg NA28 ] τῷ κόσμῳ τούτῳ RP 7:32 ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP 7:33 ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP § 7:34 καὶ WH Treg NA28 ] – RP * 7:34 ἡ ἄγαμος WH Treg NA28 ] – RP 7:34 παρθένος WH Treg NA28 ] + Ἡ ἄγαμος RP 7:34 ⸀τῷ WH Treg NA28 ] – RP § 7:34 ⸁τῷ WH Treg NA28 ] – RP * 7:34 ἀρέσῃ WH Treg NA28 ] ἀρέσει RP 7:35 σύμφορον WH Treg NA28 ] συμφέρον RP 7:35 εὐπάρεδρον WH Treg NA28 ] εὐπρόσεδρον RP § 7:37 ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος WH Treg NA28 ] ἑδραῖος ἐν τῇ καρδίᾳ RP * 7:37 ἰδίᾳ καρδίᾳ WH Treg NA28 ] καρδίᾳ αὐτοῦ RP 7:37 τηρεῖν WH Treg NA28 ] τοῦ τηρεῖν RP 7:37 ποιήσει WH Treg NA28 ] ποιεῖ RP § 7:38 ⸀γαμίζων WH Treg NA28 ] ἐκγαμίζων RP * 7:38 τὴν παρθένον ἑαυτοῦ Treg ] τὴν ἑαυτοῦ παρθένον WH NA28; – RP 7:38 καὶ ὁ WH Treg NA28 ] ὁ δὲ RP 7:38 ⸁γαμίζων WH Treg NA28 ] ἑκγαμίζων RP § 7:38 ποιήσει WH Treg NA28 ] ποιεῖ RP * 7:39 δέδεται WH Treg NA28 ] + νόμῳ RP 7:39 δὲ WH Treg NA28 ] + καί RP 7:40 δὲ Treg NA28 RP ] γὰρ WH