15
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν, καὶ παρελάβετε, ἐν καὶ ἑστήκατε, διʼ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇἡμέρᾳ τῇ τρίτῃ* κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱπλείονεςμένουσιν ἕως ἄρτι, τινὲςδὲἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. ἐγὼ γάρ εἰμι ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ· 10 χάριτι δὲ θεοῦ εἰμι εἰμι, καὶ §χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ χάρις τοῦ θεοῦ σὺν ἐμοί. 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
12 Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσινἐν ὑμῖν τινες* ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; 13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· 14 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸνἄρατὸ κήρυγμα ἡμῶν, ⸀κενὴκαὶ πίστιςὑμῶν§ 15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. 16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· 17 εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία πίστιςὑμῶν* ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. 19 εἰ ἐν τῇ ζωῇ ταύτῃἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
20 Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶνκεκοιμημένων 21 ἐπειδὴ γὰρ διʼ ἀνθρώπουθάνατος§ καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν· 22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται. 23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 24 εἶτα τὸ τέλος, ὅταν ⸀παραδιδῷ*τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, 25 δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχριοὗθῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. 26 ἔσχατος ἐχθρὸς καταργεῖται θάνατος, 27 πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, ⸀τότεαὐτὸς υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα§ ἵνα θεὸςπάντα ἐν πᾶσιν.
29 Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲραὐτῶν* 30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; 31 καθʼ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέρανκαύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. 32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. 33 μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. 34 ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖνλαλῶ
35 Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; 36 ἄφρων§ σὺ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 καὶ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου τινος τῶν λοιπῶν· 38  δὲ θεὸςδίδωσιν αὐτῷ* σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτωνἴδιονσῶμα. 39 οὐ πᾶσα σὰρξ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲσὰρξ πτηνῶν, ἄλλη δὲἰχθύων§ 40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ τῶν ἐπιγείων. 41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
42 Οὕτως καὶ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ⸀Εἰ*ἔστιν σῶμα ψυχικόν, ⸂ἔστιν καὶ πνευματικόν. 45 οὕτως καὶ γέγραπται· Ἐγένετο πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. 46 ἀλλʼ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47  πρῶτος ἄνθρωποςἐκ γῆς χοϊκός, δεύτεροςἄνθρωπος ἐξ οὐρανοῦ. 48 οἷος χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, ⸀φορέσομεν§καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐδύναται* οὐδὲ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· ⸀πάντεςοὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα, 52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54 ὅταν δὲ τὸφθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηταιἀθανασίαν§ τότε γενήσεται λόγος γεγραμμένος· Κατεπόθη θάνατος εἰς νῖκος. 55 ποῦ σου, θάνατε, τὸνῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον⸃;* 56 τὸ δὲ κέντρον τοῦ θανάτου ἁμαρτία, δὲ δύναμις τῆς ἁμαρτίας νόμος· 57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
* 15:4 ἡμέρᾳ τῇ τρίτῃ WH Treg NA28 ] τρίτῃ ἡμέρᾳ RP 15:6 πλείονες WH Treg NA28 ] πλείους RP 15:6 δὲ WH Treg NA28 ] + καὶ RP § 15:10 ἡ NA28 RP ] – WH Treg * 15:12 ἐν ὑμῖν τινες WH Treg NA28 ] τινες ἐν ὑμῖν RP 15:14 ἄρα WH Treg RP ] + καὶ NA28 15:14 κενὴ WH Treg NA28 ] + δὲ RP § 15:14 ὑμῶν Treg NA28 RP ] ἡμῶν WH * 15:17 ὑμῶν Treg NA28 RP ] + ἐστίν WH 15:19 ἐν Χριστῷ ἠλπικότες ἐσμὲν WH Treg NA28 ] ἠλπικότες ἐσμὲν ἐν Χριστῷ RP 15:20 κεκοιμημένων WH Treg NA28 ] + ἐγένετο RP § 15:21 θάνατος WH Treg NA28 ] ὁ θάνατος RP * 15:24 παραδιδῷ WH NA28 ] παραδιδοῖ Treg; παραδῷ RP 15:25 οὗ WH Treg NA28 ] + ἄν RP 15:28 τότε Treg NIV ] + καὶ WH RP NA28 § 15:28 πάντα WH Treg NIV ] τὰ πάντα RP NA28 * 15:29 αὐτῶν WH Treg NA28 ] τῶν νεκρῶν RP 15:31 καύχησιν RP ] + ἀδελφοί WH Treg NA28 15:34 λαλῶ WH Treg NA28 ] λέγω RP § 15:36 ἄφρων WH Treg NA28 ] Ἄφρον RP * 15:38 δίδωσιν αὐτῷ WH Treg NA28 ] αὐτῷ δίδωσιν RP 15:38 ἴδιον WH Treg NA28 ] τὸ ἴδιον RP 15:39 σὰρξ πτηνῶν WH Treg NA28 ] ἰχθύων RP § 15:39 ἰχθύων WH Treg NA28 ] πτηνῶν RP * 15:44 Εἰ WH Treg NA28 ] – RP 15:44 ἔστιν καὶ WH Treg NA28 ] καὶ ἔστιν σῶμα RP 15:47 ἄνθρωπος WH Treg NA28 ] + ὁ κύριος RP § 15:49 φορέσομεν NA28 ] φορέσωμεν WH Treg RP * 15:50 δύναται WH Treg NA28 ] δύνανται RP 15:51 πάντες WH Treg NA28 ] + μὲν RP 15:54 φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ Treg NA28 RP ] – WH § 15:54 ἀθανασίαν Treg NA28 RP ] τὴν ἀθανασίαν WH * 15:55 νῖκος ποῦ σου θάνατε τὸ κέντρον WH Treg NA28 ] κέντρον Ποῦ σου ᾍδη τὸ νῖκος RP