2
A paralytic—the evaluation
Καὶ εἰσῆλθεν πάλιν* εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν, καὶ ἠκούσθη ὅτι εἰς οἶκόν§ ἐστιν. Καὶ εὐθέως* συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. Καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν· καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράββατον§ ἐφ᾿ * παραλυτικὸς κατέκειτο. Ἰδὼν δὲ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου§
Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· «Τί οὗτος οὕτως λαλεῖ βλασφημίας;* Τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, Θεός Καὶ εὐθέως ἐπιγνοὺς Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν§ αὐτοῖς· «Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον· εἰπεῖν τῷ παραλυτικῷ, ‹Ἀφέωνταί* σου αἱ ἁμαρτίαι,› εἰπεῖν, ‹Ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου§ καὶ περιπάτει›; 10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας»*λέγει τῷ παραλυτικῷ· 11 «Σοὶ λέγω, ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου 12 Καὶ ἠγέρθη εὐθέως καὶ§ ἄρας τὸν κράββατον ἐξῆλθεν ἐναντίον* πάντων· ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεόν, λέγοντας ὅτι «Οὐδέποτε οὕτως εἴδομεν
Matthew called
13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 Καὶ παράγων, εἶδεν§ Λευὶν* τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, «Ἀκολούθει μοιΚαὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 Καὶ ἐγένετο, ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθησαν§ αὐτῷ. 16 Καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι,* ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, «Τί ὅτι§ μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει* 17 Καὶ ἀκούσας Ἰησοῦς λέγει αὐτοῖς· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν
Fasting
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων§ νηστεύοντες· καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, «Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ* τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν 19 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς· «Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν νυμφίος μετ᾿ αὐτῶν ἐστιν, νηστεύειν; Ὅσον χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον οὐ δύνανται νηστεύειν. 20 Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν νυμφίος, καὶ τότε νηστεύσουσιν, ἐν ἐκείναις ταῖς ἡμέραις.
Cloth and wineskins
21 »Καὶ§ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει* ἐπὶ ἱματίῳ παλαιῷ, εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ§ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς, εἰ δὲ μή, ῥήσσει* οἶνος νέος τοὺς ἀσκούς, καὶ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον§
Jesus is Lord of the Sabbath
23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτόν, ἐν τοῖς σάββασιν,* διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας. 24 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, «Ἴδε, τί ποιοῦσιν ἐν τοῖς σάββασιν οὐκ ἔξεστιν 25 Καὶ αὐτὸς ἔλεγεν§ αὐτοῖς· «Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυίδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; 26 Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ (ἐπὶ Ἀβιάθαρ* ἀρχιερέως) καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσιν, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν 27 Καὶ ἔλεγεν αὐτοῖς· «Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ἄνθρωπος διὰ τὸ σάββατον. 28 Ὥστε Κύριός ἐστιν Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου
* 2:1 εισηλθεν παλιν f35 A,C [92%] HF,RP,CP,OC ¦ εισηλθων 2 ℵB,D [2%] NU ¦ ~ 21 [5%] TR ¦ ~ 2 ερχεται W ¦ 1 [1%] 2:1 καπερναουμ f35 A,C [98%] HF,RP,CP,TR,OC ¦ καφαρναουμ ℵB,D,W [2%] NU 2:1 και f35 A,C,D,W [95%] HF,RP,CP,TR,OC ¦ — ℵB [5%] NU § 2:1 εις οικον f35 A,C (98.7%) HF,RP,CP,TR,OC ¦ εν οικω 𝕻88ℵB,D,W (1%) NU ¦ one other variant (0.2%) * 2:2 ευθεως f35 A,C,D [99%] HF,RP,CP,TR,OC ¦ — 𝕻88vℵB,W [1%] NU 2:3 προς αυτον παραλυτικον φεροντες f35 A [96%] HF,RP,CP,TR,OC ¦ ~ 1243 C,D(W) [3%] ¦ ~ 4123 𝕻88ℵB [1%] NU 2:4 προσεγγισαι f35 A,C(D) [99%] HF,RP,CP,TR,OC ¦ προσενεγκαι ℵB [1%] NU ¦ προσελθειν W § 2:4 κραββατον f35 [65%] HF,RP,CP,TR ¦ κραβαττον A,C,D,W [33%] OC,NU ¦ κραβακτον ℵ ¦ κραβατον B [1%] ¦ κραβατγον [1%] (A similar statement obtains in verses 9, 11, 12.) * 2:4 εφ ω f35 A,C [97%] HF,RP,CP,TR,OC ¦ εφ ου [1%] ¦ εφ ο [1%] ¦ οπου ℵB(D) [1%] NU ¦ εις ον W 2:5 ιδων δε f35 A,D,W [98%] HF,RP,CP,TR,OC ¦ και ιδων 𝕻88ℵB,C [2%] NU 2:5 αφεωνται f35 𝕻88ℵA,C,D,W [98%] HF,RP,CP,TR,OC ¦ αφεονται [1%] ¦ αφιενται B [1%] NU § 2:5 σοι αι αμαρτιαι σου f35 (A) [92%] HF,RP,CP,TR,OC ¦ 123 C [1%] ¦ 4234 [4%] ¦ ~ 423 𝕻88vℵB,D,W [3%] NU * 2:7 βλασφημιας f35 A,C,W [99.5%] HF,RP,CP,TR,OC ¦ βλασφημει 𝕻88ℵB,D [0.5%] NU 2:8 ευθεως f35 A,C [98%] HF,RP,CP,TR,OC ¦ ευθυς 𝕻88vℵB [1%] NU ¦ — D,W [1%] 2:8 αυτοι f35 A,C [90%] HF,RP,CP,OC ¦ — 𝕻88vℵB,D,W [10%] TR,NU § 2:8 ειπεν f35 A,C,D [99%] HF,RP,CP,TR,OC ¦ λεγει ℵB(W) [1%] NU * 2:9 αφεωνται f35 A,C(D)W [99%] HF,RP,CP,TR,OC ¦ αφιενται ℵB [1%] NU ¦ three other variants 2:9 σου f35 𝕻88ℵB,W [90%] HF,RP,CP,OC,NU ¦ σοι A,C(D) [10%] TR 2:9 εγειραι f35 [65%] HF,RP,CP,TR ¦ εγειρε ℵA,C(D)W [34%] OC,NU ¦ εγειρου B [1%] § 2:9 τον κραββατον σου f35 𝕻88ℵA,B,C(D) [40%] CP,OC,NU ¦ ~ 312 [59%] HF,RP,TR ¦ — W [1%] * 2:10 επι της γης αφιεναι αμαρτιας f35 𝕻88ℵC,D (47.7%) ¦ ~ 41235 A (46.6%) HF,RP,CP,TR,OC ¦ ~ 45123 B (3.2%) NU ¦ 45 W (1.5%) ¦ long omissions (0.9%) ¦ one other variant 2:11 σοι λεγω εγειραι f35 [45%] HF,RP,CP,TR ¦ 12 εγειρε A,B,C,D [54%] OC,NU ¦ ~ εγειρε 12 𝕻88vℵ ¦ εγειρε W [1%] ¦ two other variants 2:11 και f35 A,W [98%] HF,RP,CP,TR,OC ¦ — 𝕻88ℵB,C,D [2%] NU § 2:12 ευθεως και f35 A(D) [98%] HF,RP,CP,TR,OC ¦ ~ 21 C [1%] ¦ ~ 2 ευθυς 𝕻88ℵB [1%] NU ¦ 2 W [1%] * 2:12 εναντιον f35 A,C,D [98%] HF,RP,CP,TR,OC ¦ ενωπιον [1%] ¦ εμπροσθεν 𝕻88ℵB(W) [1%] NU 2:12 ουδεποτε ουτως f35 A,C [99%] HF,RP,CP,TR,OC ¦ 21 𝕻88ℵB,D,W [1%] NU 2:14 παραγων rell ¦ 1 ο ιησους [15%] § 2:14 ειδεν rell ¦ ιδεν A,C [10%] * 2:14 λευιν f35 𝕻88C [70%] HF,CP,TR,OC,NU ¦ λευι A [26.5%] RP ¦ λευειν B,W [2%] ¦ λευει ℵ ¦ six further variations based on Levi [0.6%] ¦ ιακωβον D (0.9%) (TuT has garbled the evidence here.) 2:15 εγενετο f35 A,C,D [99%] HF,RP,CP,TR,OC ¦ γινεται 𝕻88ℵ(B,W) [1%] NU 2:15 εν τω f35 A,C [98%] HF,RP,CP,TR,OC ¦ — 𝕻88ℵB(D,W) [2%] NU § 2:15 ηκολουθησαν f35 A,C,D,W [99%] HF,RP,CP,TR,OC ¦ ηκολουθουν ℵB [1%] NU * 2:16 και οι φαρισαιοι f35 A,C(D) (99%) HF,RP,CP,TR,OC ¦ των φαρισαιων και 𝕻88vℵ (0.5%) ¦ των φαρισαιων B,W (0.2%) NU 2:16 αυτον εσθιοντα f35 (A)C (97.7%) HF,RP,CP,TR,OC ¦ οτι εσθιει B (0.3%) NU ¦ οτι ησθιεν 𝕻88ℵ(D) (0.4%) ¦ 1 (1.2%) ¦ five other variants W (0.4%) 2:16 τελωνων και αμαρτωλων f35 ℵ(A)C (98.3%) HF,RP,CP,TR,OC ¦ ~ 321 (𝕻88)B(D) (0.6%) NU ¦ 1 (0.7%) ¦ four other variants W (0.4%) § 2:16 τι οτι f35 A (96%) HF,RP,CP,TR,OC ¦ 2 B,C (1.8%) NU ¦ δια 1 ℵD,W (0.4%) ¦ 1 (0.2%) ¦ long omission (1.4%) ¦ three other variants (0.2%) * 2:16 εσθιει και πινει f35 𝕻88A (93.3%) HF,RP,CP,TR,OC ¦ εσθιετε 2 πινετε (0.9%) ¦ 123 ο διδασκολος υμων (C) (4.9%) ¦ 1 B,D,W (0.7%) NU ¦ 1 ο διδασκολος υμων ℵ (0.2%) 2:17 αυτοις f35 ℵA,C [98%] HF,RP,CP,TR,OC ¦ 1 οτι B [1%] NU ¦ — D,W [1%] ¦ οτι 𝕻88 2:17 εις μετανοιαν f35 C [90%] HF,RP,CP,TR,OC ¦ — 𝕻88ℵA,B,D,W [10%] NU § 2:18 των φαρισαιων f35 (W) (93.4%) HF,RP,CP,TR,OC ¦ φαρισαιοι 𝕻88ℵA,B,C,D (6.4%) NU * 2:18 οι f35 D [98.5%] HF,RP,CP,TR,OC ¦ 1 μαθηται 𝕻88ℵB,C [1%] NU ¦ — A,W [0.5%] 2:19 μεθ εαυτων εχουσιν τον νυμφιον f35 A (91.4%) HF,RP,CP,TR,OC ¦ μετ αυτων 345 (1.7%) ¦ ~ 31245 (1.2%) ¦ ~ 3 μετ αυτων 45 (0.5%) ¦ ~ 34512 𝕻88 (0.3%) ¦ ~ 345 μετ αυτων ℵB,C (0.7%) NU ¦ 12 εστιν 45 (0.2%) ¦ μετ αυτων 45 (0.3%) ¦ — D,W (3.4%) ¦ three further variants (0.3%) 2:20 εκαιναις ταις ημεραις f35 [85%] HF,RP,CP,TR,OC ¦ εκεινη τη ημερα ℵA,B,C,D,W [15%] NU § 2:21 και f35 [75%] HF,RP,CP,TR ¦ — ℵA,B,C,W [23%] OC,NU ¦ δε D [2%] * 2:21 επιρραπτει f35 [80%] HF,RP,CP,TR,OC ¦ επιραπτει ℵA,B,C [20%] NU ¦ επισυνραπει D(W) 2:21 ιματιω παλαιω f35 A,W [99%] HF,RP,CP,TR,OC ¦ ιματιον παλαιον 𝕻88ℵB,C,D [1%] NU 2:21 μη rell ¦ μηγε [5%] OC § 2:21 το πληρωμα αυτου f35 C [93%] HF,RP,CP,TR,OC ¦ 12 απ 3 [3%] NU ¦ ~ απ 312 A,W [3%] ¦ 12 D [1%] ¦ 2 απ 3 ℵ ¦ 12 αφ εαυτου B * 2:22 ρησσει f35 A [98%] HF,RP,CP,TR,OC ¦ ρηξει 𝕻88ℵB,C,D [2%] NU ¦ διαρρησσονται W 2:22 ο νεος f35 A [96%] HF,RP,CP,TR,OC ¦ — 𝕻88ℵB,C,D(W) [4%] NU 2:22 εκχειται και οι ασκοι απολουνται f35 ℵA,C(W) [99.5%] HF,RP,CP,TR,OC ¦ 2345 D ¦ ~ απολλυται 234 𝕻88B [0.5%] NU § 2:22 βλητεον f35 𝕻88A,C (99.4%) HF,RP,CP,TR,OC ¦ — ℵB (0.3%) NU ¦ βαλλουσιν W ¦ long omission D (0.2%) * 2:23 παραπορευεσθαι αυτον εν τοις σαββασιν f35 A [90%] HF,RP,CP,TR,OC ¦ 1245 [6%] ¦ ~ 23451 (διαπορευεσθαι B,D πορευεσθαι W) 𝕻88ℵ(B,D,W) [3%] NU ¦ ~ 45 διαπορευεσθαι 2 C [1%] ¦ at least four further variations 2:23 ηρξαντο οι μαθηται αυτου f35 A [97%] HF,RP,CP,TR,OC ¦ ~ 2341 𝕻88ℵB,C(D)W [3%] NU 2:24 εν f35 [95%] HF,RP,CP,TR,OC ¦ — ℵ(A)B,C,D,W [5%] NU § 2:25 αυτος ελεγεν f35 A [96.5%] HF,RP,CP,TR,OC ¦ 1 λεγει [0.5%] ¦ 2 𝕻88B [0.5%] ¦ λεγει ℵC,W [2%] NU ¦ αποκριθεις ειπεν D [0.5%] * 2:26 αβιαθαρ f35 𝕻88ℵB (83.7%) HF,RP,OC,NU ¦ 1 του A,C (15.8%) CP,TR ¦ — D,W (0.4%) 2:26 τοις ιερευσιν f35 A,C,(D,W) [97%] HF,RP,CP,TR,OC ¦ 12 μονοις [2%] ¦ 1 αρχιερευσιν [0.5%] ¦ τους ιερεις ℵB [0.5%] NU 2:27 εγενετο f35 A (98.6%) HF,RP,CP,TR,OC ¦ 1 και ℵB,C (0.9%) NU ¦ εκτισθη W (0.5%) ¦ — D