5
We live by faith
Οἴδαμεν γὰρ ὅτι ἐὰν ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν (οἰκίαν ἀχειροποίητον), αἰώνιον ἐν τοῖς οὐρανοῖς. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· εἴ γε καὶ ἐνδυσάμενοι* οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοιἐφ᾿ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.
δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, καὶ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος. Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Διὸ καὶ φιλοτιμούμεθα (εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες) εὐάρεστοι αὐτῷ εἶναι. 10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται§ ἕκαστος τὰ διὰ* τοῦ σώματος, πρὸς ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. 11 Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν.
Why Christ died
Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι. 12 Οὐ γὰρ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμῖν, ἀλλὰ§ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος* ὑπὲρ ἡμῶν, ἵνα ἔχητε πρὸς τοὺς ἐν προσώπῳ καυχωμένους καὶ οὐ καρδίᾳ.
13 Εἴτε γὰρ ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. 14  γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς, κρίναντας τοῦτο· ὅτι εἰ§ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· 15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ πάντων* ἀποθανόντι καὶ ἐγερθέντι.
We are Christ’s ambassadors
16 Ὥστε, ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκαεἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν 17 ὥστε, εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν· ἰδού, γέγονεν καινὰ τὰ πάντα.§ 18 Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Ἰησοῦ* Χριστοῦ καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς, 19 ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
20 Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ· Καταλλάγητε τῷ Θεῷ. 21 Τὸν γὰρ§ μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα* δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.
* 5:3 ενδυσαμενοι f35 𝕻46ℵB,C [99%] RP,HF,OC,TR,CP ¦ εκδυσαμενοι D,NU ¦ εκλυσαμενοι [0.5%] 5:4 εφ ω f35 ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ επειδη [5%] TR (Just for the record, f35 has ῶ [no aspiration]—since the εφ indicates that the following vowel is aspirated, they were just saving ink, avoiding the redundancy.) 5:5 και f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU § 5:10 κομισηται rell ¦ κομισητε [7%] CP ¦ εκομισηται ℵ ¦ κομησηται [15%] * 5:10 δια rell ¦ ιδια 𝕻46 CP 5:10 κακον f35 𝕻46 B (94.2%) RP,HF,OC,TR,CP ¦ φαυλον ℵC,048 (4.7%) NU ¦ four other variants (1.2%) 5:12 γαρ f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU § 5:12 αλλα rell ¦ αλλ [15%] CP * 5:12 καυχηματος rell ¦ καυχησεως CP 5:12 καυχωμενους rell ¦ καυχομενους [17%] 5:12 ου f35 C [95%] RP,HF,OC,TR,CP ¦ ουκ [1%] ¦ μη εν 𝕻46ℵB [4%] NU § 5:14 ει f35 C [50%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [50%] NU (OC has small print.) * 5:15 παντων f35 [35%] ¦ αυτων 𝕻46ℵB,C [55%] RP,HF,OC,TR,CP,NU ¦ αυτων 1 [10%] 5:16 δε f35 [98%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB [2%] NU 5:16 αλλα rell ¦ 1 και CP § 5:17 καινα τα παντα f35 (56.3%) RP,HF,OC,TR ¦ ~ 231 (40.6%) CP ¦ 1 𝕻46ℵB,C,048 (2.3%) NU ¦ five other readings (0.8%) * 5:18 ιησου f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU 5:19 καταλλασσων rell ¦ καταλασσων ℵ [20%] ¦ καταλασων [1%] ¦ καταλλασσον [1%] ¦ καταλασον [1%] 5:19 θεμενος f35 [45%] CP ¦ 1 εν 𝕻46ℵB,C [55%] RP,HF,OC,TR,NU § 5:21 γαρ f35 [97%] RP,HF,OC,TR,CP ¦ — 𝕻46ℵB,C [3%] NU * 5:21 γενωμεθα f35 𝕻46ℵB,C [85%] RP,HF,OC,CP,NU ¦ γινωμεθα [5%] TR ¦ γενομεθα [10%] 5:21 δικαιοσυνη θεου rell ¦ ~ 21 [11%]