The nature of the Christian life
5
Immorality must be punished
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται*ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν τὸ ἔργον τοῦτο ποιήσας. Ἐγὼ μὲν γάρ, ὡς§ ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρών, τὸν οὕτως τοῦτο κατεργασάμενον· ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν* Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.§
Down with moral ‘yeast’
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ἐκκαθάρατε οὖν* τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε, ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστός. Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἱλικρινείας§ καὶ ἀληθείας.
Avoid contaminators
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι* πόρνοις 10 καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου, τοῖς πλεονέκταις, ἅρπαξιν, εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε§ ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 Νυνὶ* δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος, πλεονέκτης, εἰδωλολάτρης, λοίδορος, μέθυσος, ἅρπαξτῷ τοιούτῳ μηδὲ συνεσθίειν.
12 Τί γάρ μοι καὶ§ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 Τοὺς δὲ ἔξω Θεὸς κρινεῖ,* καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
* 5:1 ονομαζεται f35 (96.8%) HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C (3.2%) NU 5:2 εξαρθη f35 [95%] HF,RP,OC,TR,CP ¦ αρθη 𝕻46ℵA,B,C [5%] NU 5:2 ποιησας f35 𝕻46B [97%] HF,RP,OC,TR,CP ¦ πραξας ℵA,C [3%] NU § 5:3 ως f35 [96%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU * 5:4 ημων f35 𝕻46B [97%] HF,RP,OC,TR,CP[NU] ¦ — ℵA [3%] 5:4 χριστου f35 𝕻46ℵ [96%] HF,RP,OC,TR,CP ¦ — A,B [4%] NU 5:4 χριστου f35 [94%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B [5%] NU ¦ longer omissions [1%] § 5:5 ιησου f35 ℵ [88%] HF,RP,OC,TR ¦ ημων 1 χριστου A [10%] lat,syr,cop ¦ 1 χριστου [1%] CP ¦ — 𝕻46B [1%] NU * 5:7 ουν f35 C,048 [65%] OC,TR ¦ — 𝕻46ℵA,B [35%] HF,RP,CP,NU (OC is in small print.) 5:7 υπερ ημων f35 (91.8%) HF,RP,OC,TR,CP ¦ 1 υμων (4.3%) ¦ — ℵA,B,C,048 (3.3%) NU ¦ two other readings (0.5%) 5:8 εορταζωμεν rell ¦ εορταζομεν A [20%] § 5:8 εἱλικρινειας f35 [20%] ¦ εἰλικρινειας 𝕻46B [55%] HF,RP,OC,TR,CP,NU ¦ ειλικρινιας ℵC [23%] ¦ ιλικρινιας [1%] ¦ ηλικρινιας A (Since collators have generally not recorded breathing, one can only guess at percentages.) * 5:9 συναναμιγνυσθαι rell ¦ συναναμιγνυσθε [10%] 5:10 και f35 [97%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU 5:10 η f35 𝕻46 [96%] HF,RP,OC,TR,CP ¦ και ℵA,B,C,048 [4%] NU § 5:10 οφειλετε f35 [82%] HF,RP,OC,TR,CP ¦ ωφειλετε 𝕻46(ℵ)B,C [13%] NU ¦ ωφειλεται (A) [3%] ¦ οφειλεται [2%] * 5:11 νυνι f35 ℵC [55%] HF,TR ¦ νυν 𝕻46A,B [45%] RP,OC,CP,NU 5:11 ἦ rell ¦ ὴ [50%] 5:11 η πλεονεκτης η ειδωλολατρης η λοιδορος rell ¦ ~ 561234 CP ¦ ~ 341256 [1%] § 5:12 και f35 [95%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU * 5:13 κρινεῖ f35 [80%] HF,RP,CP,NU ¦ κρίνει [20%] OC,TR 5:13 και f35 [95%] HF,RP,OC,TR,CP ¦ — 𝕻46ℵA,B,C [5%] NU 5:13 εξαρειτε f35 [85%] HF,RP,OC,TR ¦ εξαρατε ℵA,B,C [4%] NU ¦ εξαιρετε 𝕻46 [1%] ¦ εξαιρειτε [3%] CP ¦ εξαρειται [6%] ¦ three further spellings [1%]