38
1 Τίμα ἰατρὸν πρὸς τὰς χρείας τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισε Κύριος.
2 Παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόμα.
3 Ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.
4 Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
5 Οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ, εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ;
6 Καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ.
7 Ἐν αὐτοῖς ἐθεράπευσε, καὶ ᾖρε τὸν πόνον αὐτοῦ.
8 Μυρεψὸς ἐν τούτοις ποιήσει μίγμα, καὶ οὐ μὴ συντελέσῃ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρʼ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.
9 Τέκνον, ἐν ἀῤῥωστήματί σου μὴ παράβλεπε, ἀλλʼ εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε.
10 Ἀπόστησον πλημμέλειαν, καὶ εὔθυνον χεῖρας, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν.
11 Δὸς εὐωδίαν, καὶ μνημόσυνον σεμιδάλεως, καὶ λίπανον προσφορὰν, ὡς μὴ ὑπάρχων.
12 Καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισε Κύριος· καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία.
13 Ἔστι καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐωδία.
14 Καὶ γὰρ αὐτοὶ Κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως.
15 Ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν, ἐμπέσοι εἰς χεῖρας ἰατροῦ.
16 Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, καὶ ὡς δεινὰ πάσχων ἔναρξε θρήνου· κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ, καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.
17 Πίκρανον κλαυθμὸν, καὶ θέρμανον κοπετὸν, καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς, καὶ παρακλήθητι λύπης ἕνεκα·
18 ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν.
19 Ἐν ἀπαγωγῇ παραβαίνει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας.
20 Μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα.
21 Μὴ ἐπιλαθῇ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις, καὶ σεαυτὸν κακώσεις.
22 Μνήσθητι τὸ κρίμα αὐτοῦ, ὅτι οὕτω ὡς καὶ τὸ σόν· ἐμοὶ χθὲς, καὶ σοὶ σήμερον.
23 Ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ, καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.
24 Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.
25 Τί σοφισθήσεται ὁ κρατῶν ἀροτροῦ, καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταυρῶν;
26 Καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.
27 Οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρᾳ διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ὑπομονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς τὸ ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.
28 Οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος, καὶ καταμανθάνων ἀργῷ σιδήρῳ· ἀτμὶς πυρὸς πήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνὴ σφύρης καινιεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
29 Οὕτω κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ, καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχὸν, ὃς ἐν μεριμνῃ κεῖται διαπαντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ.
30 Ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν, καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρίσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.
31 Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται.
32 Ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, καὶ οὐ παροικήσουσιν, οὐδὲ περιπατήσουσι·
33 καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται, καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται, οὐδὲ μὴ ἐκφανῶσι δικαιοσύνην καὶ κρίμα· καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται.
34 Ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσι· καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.
Πλὴν τοῦ ἐπιδόντος τὴν ψυχὴν αὐτοῦ, καὶ διανοουμένου ἐν νόμῳ ὑψίστου,