12
1 Ὡς δὲ καὶ οὗτος μακαρίως ἐναπέθανεν καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο, πάντων νεώτερος.
2 Ὅν κατοικτειρήσας ὁ τύραννος, καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθεὶς, ὁρῶν ἤση τὰ δεσμὰ περικείμενον,
3 πλησιέστερον αὐτὸν μετεπέμψατο, καὶ παρηγορεῖν ἐπειρᾶτο, λέγων,
4 Τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τὲλος ὁρᾷς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασιν, σὺ, εἰ μὲν μὴ πεισθείης, τὰλας βασανισθεὶς καὶ πασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας.
5 Πεισθείης δὲ φίλος ἔσῃ, καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.
6 Καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὄπως αὐτὴν ἐμεήσαν υἱῶν στερηθῖσαν παρορμήσειεν ἐπὶ τὴν μσωτηρίαν, εὐπειθῆ τὸν περιλειπόμενον.
7 Ὁ δὲ τῆν μητρὸς τῇ Ἐβραΐδι φωνῇ προτρεψαμένης· αὐτὸν (ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον.) ἀπολύσατε με, φησίν·
8 εἴπω τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσιν.
9 Καὶ ἐπιχαρέντες μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν.
10 Καὶ σραμὼν ἐπὶ πλησίον τῶν τηγάνων, ἔφη, ἀνόσιε,
11 φησὶν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρὰ τοῦ Θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν, τούς θεράποντας αὐτοῦ κατακτεῖναι, καὶ τοὺς τῆς εὐσεβείας στρεβλῶσαι;
12 Ἀνθ ὧ ταμιεύεταί σε ἡ θεια δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυεὶ καὶ βασάνοις, αἳ εἰς ὅλον τὸν αιῶνα οὐκ ἀνήσουσίν σε.
13 Οὐκ ᾐδέσθης ἄνθρωπος ὢν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιξείων γλωττοτομῆσαι, καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι;
14 Ἀλλʼ οἱ μὴν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰν τὸν Θεὸν εὐσέβειαν.
15 Σὺ δὲ κακὸς κακῶς οἰμώξεις, τοὺς τῆς ἀρετῆν ἀγωνιστὰν ἀναιτίως ἀποκτεῖναι.
16 Ὅθεν καὶ αὐτὸς ἀποθνήσκειν μέλλων, ἔφη,
17 οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου μαρτυρίας.
18 Ἐπικαλοῦμαι δὲ τὸν πατρῷον Θεὸν, ὅπως ἵλεως γένει μου.
19 Σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται.
20 Καὶ ταῦτα κατευξάμενος, ἐαυτὸν ἔοιψεν κατὰ τῶν τηγάνων· καὶ οὕτως ἀπέδεκεν.