13
1 Τῷ δὲ ἐννάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσε τοῖς περὶ τὸν Ἰούδαν, Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ἰουδαίαν,
2 καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα, καὶ ἱππεῖς πεντακισχιλίους τριακοσίους, καὶ ἐλέφαντας εἰκοσιδύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια.
3 Καὶ Μενέλαος δὲ συνέμιξεν αὐτοῖς, καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν Ἀντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι.
4 Ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρε τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας αὐτὸν εἰς Βέροιαν.
5 Ἔστι δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πηχῶν πλήρης σποδοῦ οὗτος δὲ ὄργανον εἶχε περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν.
6 Ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ὄντα, ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον, ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον.
7 Τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυχόντα Μενέλαον·
8 πάνυ δικαίως. Ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδὸς, ἐν σποδῷ τὸν θάνατον ἐκομισατο.
9 Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο, τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ἰουδαίοις.
10 Μεταλαβὼν δὲ Ἰούδας ταῦτα, παρήγγειλε τῷ πλήθει διʼ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν Κύριον, εἴποτε ἄλλοτε, καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσι,
11 καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι.
12 Πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα Κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐφʼ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ Ἰούδας ἐκέλευσε παραγίνεσθαι.
13 Καθʼ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος, ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν Ἰουδαίαν, καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ Κυρίου βοηθείᾳ.
14 Δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, περὶ ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας, ἐποιήσατο περὶ Μωδεῒν τὴν στρατοπεδείαν.
15 Δοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα Θεοῦ νίκης, μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν, ἐν τῇ παρεμβολῇ ἀνεῖλεν εἰς ἄνδρας τετρακισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατʼ οἰκίαν ὄχλῳ συνέθηκε,
16 καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν, καὶ ἐξέλυσαν εὑημεροῦντες.
17 Ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτʼ ἐγεγόνει, διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ Κυρίου σκέπην.
18 Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦσιν τῆς τῶν Ἰουδαίων εὐτολμίας, κατεπείρασε διὰ μεθόδων τοὺς τόπους.
19 Καὶ ἐπὶ Βαιθσούρᾳ φρούριον ὀχυρὸν τῶν Ἰουδαίων προσῆγεν· καὶ ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο.
20 Τοῖς δὲ ἔνδον Ἰούδας τὰ δέοντα εἰσέπεμψε.
21 Προσήγγειλε δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ῥόδοκος ἐκ τῆς Ἰουδαϊκῆς τάξεως· ἀνεζητήθη δὲ, καὶ κατελήφθη, καὶ κατεκλείσθη.
22 Ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούρᾳ δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει, προσέβαλε τοῖς περὶ τὸν Ἰούδαν, ἥττων ἐγένετο,
23 μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη· τοὺς Ἰουδαίους παρεκάλεσεν, ὑπετάγη, καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις· συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησε τὸν νεὼν, καὶ τὸν τόπον ἐφιλανθρώπησε,
24 καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο· κατέλιπε στρατηγὸν ἀπὸ Πτολεμαΐδος ἕως τῶν Γεῤῥηνῶν ἡγεμονίδην,
25 ἦλθεν εἰς Πτολεμαΐδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις.
26 Προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισε, κατεπρᾴυνεν, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς Ἀντιόχειαν· οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησε.