25
1 Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,
2 Τί γὰρ προοίμιον ἢ φόβος παρʼ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψιστῳ;
3 Μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέλκυσις πειραταῖς· ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρʼ αὐτοῦ;
4 Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;
5 Εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
6 Ἔα δὲ, ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου σκώληξ.